δίκαιος· καὶ τοῦτο. ἀληθινός· καὶ τοῦτο. θεοσεβής· καὶ τοῦτο. ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ τοῦτο. ἀπὸ παντός, φησίν, καὶ οὐχ ἁπλῶς· τοῦ μέν, τοῦ δὲ οὔ. ποῦ εἰσιν οἱ λέγοντες, ὅτι πρὸς τὸ κακὸν ἡ φύσις ῥέπει μᾶλλον; ποῖος φόβος, ποῖα δικαστήρια, ποῖοι νόμοι τοῦτον τοιοῦτον ἐποίησαν; ἐπειδὴ γὰρ ἔλεγεν· οὐκ ἔστι δίκαιος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται, διὰ τοῦτό φησιν· ἄμεμπτος. οὐκ εἶπεν· ἀναμάρτητος, ἀλλ᾽ ἄμεμπτος. οὐ μόνον ἐκεῖνα οὐκ ἔπραττε τὰ ἁμαρτίαν ἔχοντα, ἀλλ᾽ οὐδὲ τὰ μέμψιν καὶ κατάγνωσιν· καὶ ἀκούσῃ αὐτοῦ ὕστερον λέγοντος. ὅταν γὰρ τὴν ἀρετὴν αὐτοῦ διηγῆται, τούτων ἀναμιμνῄσκου τῶν ῥημάτων. καὶ γὰρ καὶ τοῦτο τῆς συνέσεως αὐτοῦ· οὐ γὰρ διηγεῖται τὴν ἀρετήν, ἀλλ᾽ ἢ ὅτε εἰς ἀνάγκην καταστῇ, καθάπερ Παῦλος ἔλεγεν· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. διὰ τί ἄμεμπτος, ἐπειδὴ δίκαιος. ἀληθινός· εἰσὶ γὰρ ἄνθρωποι ψευδεῖς. ἀληθινὸς οὐκ ἐν ῥήμασι μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν, τουτέστιν ἄνθρωπος ἀληθινός. τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. ὥσπερ γὰρ οἱ ἀνδριάντες ψευδεῖς ἄνθρωποί εἰσιν, οὕτω καὶ οὗτοι ψευδεῖς ἄνθρωποί εἰσιν. εἰ γὰρ τοῦτο πᾶς ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν θεόν, ὁ μὴ φοβούμενος τὸν θεὸν οὐκ ἄνθρωπος, ἀλλὰ ψευδὴς ἄνθρωπος. πρὸς τὰ ἀληθινὰ πράγματα τὴν ἐπιθυμίαν εἶχεν. διὰ τοῦτο θεοσεβής, ἀληθινός φησιν.