Τέκνον γὰρ,» φησὶν, «ἐὰν εὔξῃ εὐχὴν τῷ Κυρίῳ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· ἀγαθὸν τὸ μὴ εὔξασθαί σε, ἢ τὸ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι.» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν.» Ἐκολάζοντο δὲ καὶ οἱ Ἠλεὶ παῖδες, ὑποκλέπτοντές τινα τῶν ἁγίων, καὶ σφετεριζόμενοι τὰ τοῦ Θεοῦ. Τίς οὖν ἂν γένοιτο καὶ τοῦδε τυχὸν ἡ ἄφεσις; Ἢ πῶς ἂν ἐκλύσοιεν αἰτίας τὸν πόδα, καὶ ἀπαλλάττοιτό τις; Πρῶτον μὲν εἰ πλουσιωτέραν τῶν ὑφαιρεθέντων ποιοῖτο τὴν ἀντέκτισιν· Προσθήσει γὰρ τὸ ἐπίπεμπτον, φησὶν, εἶτα κριὸν εἰς θυσίαν εἰ προσοίσειεν ὠνητόν. Τύπος ἂν εἴη τὸ χρῆμα, Χριστοῦ, ὃν οἱ τῶν Ἰουδαίων προεστηκότες ἐξεπρίαντο τρόπον τινὰ, τριάκοντα δηναρίων, ἃ τῷ προδότῃ κατέθεντο μαθητῇ. Οὐκοῦν ἐν Χριστῷ, καὶ τῶν εἰς Θεὸν αἰτιαμάτων, ἡ ἄφεσις. Ὅτι δὲ καὶ τῶν εἰς ἀνθρώπους ἀδικημάτων ἀπαλλάξειεν ἂν αὐτὸς, ἀταλαίπωρον ἰδεῖν, τὸν γείτονά τε καὶ ἐφεξῆς ἀνεγνωκόσι νόμον. Ἔχει δὲ οὕτω· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν, λέγων· Ψυχὴ ἣ ἂν ἁμάρτῃ, καὶ παριδοῦσα παρίδῃ τὰς ἐντολὰς Κυρίου, καὶ ψεύσεται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ, ἢ περὶ κοινωνίας, ἢ περὶ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων, ὧν ἐὰν ποιήσῃ ὁ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις.