Εἴτουν, ἆρα οὐχ ὁμοίως ὅ τε ζήσας πολλῶν ἐτῶν περιόδους καὶ μήτι διαπραξάμενος ἀγαθὸν καὶ τὰ ἐκτρώματα εἰς γῆν ἀναλύουσι, μήθ᾽ ὁ τοιοῦτος ὅλως γευσάμενος ἀρετῆς, μήτ᾽ ἐκεῖνα, εἰ καὶ τὰ μὲν ἀπροαιρέτως τοῦτο πεπόνθασιν, ὁ δὲ προαιρετικῶς; Πᾶσα γὰρ τοῦ τοιούτου ἀνθρώπου ἡ σπουδὴ πρὸς τρυφήν, εἰ καὶ μὴ ἐμπίπλαται τῆς ἀλόγου ἐπιθυμίας τῶν ἡδονῶν ἡ τούτου ψυχή. Ὁ δὲ σοφὸς οὐχ ὡς ὁ ἄφρων ἐν τοῖς ἐπικήροις καὶ ἀνονήτοις πονεῖ, ἀλλ᾽ ἐν τοῖς ἑστῶσι καὶ μένουσιν, ἐν οἷς τὸ κέρδος πολύ· ὅτιπερ ὁ ὑπερορῶν πλούτου καὶ πενίαν καταδεχόμενος ἐπίσταται οἷα σοφὸς τὰς κατ᾽ ἔλλειψιν καὶ ὑπερβολὴν ἐκτροπὰς τῆς ἀρετῆς ἐκφυγεῖν καὶ διὰ τῆς κατὰ ταύτην μεσότητος εὐθὺ ὁδεῦσαι τῆς ὄντως ζωῆς, ἐπειδὴ κρείττων ἐστὶν ἡ πνευματικὴ θεωρία τῶν νοερῶν αὐτοῦ ὀφθαλμῶν, ὡς παρορῶσα μὲν τὰ πρόσκαιρα, βλέπουσα δὲ πρὸς τὰ αἰώνια, ὑπὲρ τὴν διαγωγὴν τοῦ διεξιόντος ἀλόγως τὴν παροῦσαν ζωήν. Καὶ γὰρ ἀνωφελὴς ἡ τοιαύτη πορεία καὶ ψυχῆς ἀλόγιστος ὁρμή, ἐπείπερ 10-12. Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ, καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος, καὶ οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν, ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. Τί περισσὸν τῷ ἀνθρώπῳ; Ὅτι τίς οἶδε τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ αὐτοῦ ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ;