Ἐμεγάλυνον οὖν οἱ Φαρισαῖοι τὰ κράσπεδα αὐτῶν, καὶ ἐπλάτυνον τὰ φυλακτήρια αὐτῶν, τουτέστι, τὰ τῆς δεξιᾶς ἀπηρτημένα δέλτια· πλὴν ἐγελῶντο παρὰ Χριστοῦ, εἰς φιλοδοξίας ἀφορμὴν, καὶ οὐκ εἰς ἀνάμνησιν τοῦ νόμου τὸ χρῆμα ποιούμενοι. Ἔστιν οὖν ἄρα καὶ ἐννόμως ἀνομεῖν, εἰ μή τις ὀρθῶς ἀποχρῷτο τῷ νόμῳ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Σολομών· «ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ.» Καταγραπτέον οὖν ἄρα τὴν θείαν ἐντολὴν εἰς νοῦν καὶ καρδίαν, καὶ τήν γε τοῦ πράγματος ὄνησιν ἐναργῆ καθιστὰς ὁ θεῖος ἔφη Δαβὶδ περὶ δικαίου παντός· «Ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.» Ἔστι γὰρ, οἶμαι, καὶ μάλα σαφὲς, ὡς ὅτῳ περ ἂν ὁ θεῖος εἰς νοῦν ὑπάρχει νόμος, προσέσται που πάντως καὶ τὸ ἐρηρεῖσθαι καλῶς, καὶ τὸ ἐν βεβαίῳ κεῖσθαι τῆς ἀρετῆς. ΠΑΛΛ. Ὧδε ἔχει. ΚΥΡ. Οὐκοῦν ἡ μακρὰ καὶ διηνεκὴς τοῦ νόμου μελέτησις, ἀποκομίζει πρὸς τὸ εὐθὺ, τοῦτο δ᾽ ἂν εἴη τῷ Θεῷ δοκοῦν, θολὸν ὥσπερ τινὰ καὶ ὁμίχλην τῆς ἀνθρώπου διανοίας, τὴν λήθην ἐκπέμπουσα. Καὶ οὐ μέχρι τούτων ὁ νομοθέτης, ἀλλά τι καὶ ἄμεινον προσεπινοῶν, δέλεαρ ὥσπερ τι, τῆς ἔν γε τῷ χρῆναι ποιεῖν προθυμίας, ἐλπίδα ποιεῖται, τὴν ἐφ᾽ ἅπασι τοῖς εὐκταιοτάτοις.