Σαθρᾶς δὴ τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινομένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλησιαστικῆς γνώσεως· ὅτι τὸ κακὸν οὐ παρὰ Θεοῦ οὐδὲ ἐν Θεῷ οὔτε ἐξ ἀρχῆς γέγονεν, οὔτε οὐσία τίς ἐστιν αὐτοῦ. ἀλλὰ ἄνθρωποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας ἑαυτοῖς ἐπινοεῖν ἤρξαντο καὶ ἀναπλάττειν τὰ οὐκ ὄντα, καὶ ἅπερ βούλονται. ὡς γὰρ ἄν τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης, καμμύων τοὺς ὀφθαλμούς, σκότος ἑαυτῷ ἐπινοῇ οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατῇ, πολλάκις πίπτων καὶ κατὰ κρημνῶν ὑπάγων, νομίζων οὐκ εἶναι φῶς, ἀλλὰ σκότος· δοκῶν γὰρ βλέπειν, οὐδ᾽ ὅλως ὁρᾷ· οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων, καμμύσασα τὸν ὀφθαλμὸν δι᾽ οὗ τὸν Θεὸν ὁρᾷν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησεν, ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττεται. καὶ οὐχ ὁποία γέγονε, τοιαύτη καὶ ἔμεινεν· ἀλλ᾽ ὁποίαν ἑαυτὴν ἐνέφυρε, τοιαύτη καὶ φαίνεται. γέγονε μὲν γὰρ εἰς τὸ ὁρᾷν τὸν Θεὸν καὶ ὑπ᾽ αὐτοῦ φωτίζεσθαι· αὕτη δὲ ἀντὶ τοῦ Θεοῦ τὰ φθαρτὰ καὶ τὸ σκότος ἐζήτησεν, ὥς που καὶ τὸ Πνεῦμα ἐγγράφως φησίν· Ὁ 〈Θεὸς τὸν ἄνθρωπον ἐποίησεν εὐθῆ· αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς〉. κακίας δὴ οὖν εὕρεσις καὶ ἐπίνοια τοῖς ἀνθρώποις ἐξ ἀρχῆς οὕτω γέγονε καὶ πέπλασται.