Ὅστις δ᾽ ἀπέτυχε τοῦ ὄντως καλοῦ ἐν τῷ δόξαι καλὸν τὸ κακόν, ἀπ᾽ αὐτῆς ἤδη τῆς ἐπὶ τούτῳ συγκαταθέσεως ἐπλήρωσε τὴν ἁμαρτίαν, καὶ μακρὰν τυγχάνων τῶν ἔργων αὐτῆς. Διότι αὐτὸς ἀκριβῶς ἐπίσταμαι ὅτι ὑπάρξει καλὸν τοῖς κεκτημένοις τὸν τοῦ θεοῦ φόβον, ἵνα φοβῶνται τὴν ἐνώπιον αὐτοῦ ἐπὶ τοῖς κακῶς βεβιωμένοις αἰσχύνην καὶ μηδ᾽ ὁπωσοῦν τῇ ἁμαρτίᾳ συγκατατίθωνται. Οὐ καλὸν δ᾽ ἔσται τῷ ἁμαρτωλῷ τὸ μὴ κεκτῆσθαι τὸν τοιοῦτον φόβον· οὐδὲ γὰρ καταφρονῶν οὗτος τῆς ἐπὶ ἐξετάσει τῶν ἑκάστῳ πεπραγμένων παρουσίας τοῦ θεοῦ, ἐπεκτεῖναι δυνήσεται τὸν καιρὸν τῆς παρατρεχούσης δίκην σκιᾶς ζωῆς αὐτοῦ καὶ τὸ ἀδέκαστον ἐκεῖνο κριτήριον ἐκφυγεῖν. Ἀλλὰ καὶ ἑτέρα 14-16. Ἔστι ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς· ὅτι εἰσὶ δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν, καί εἰσιν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων· εἶπον ὅτι καί γε τοῦτο ματαιότης. Καὶ ἐπῄνεσα ἐγὼ σὺν τὴν εὐφροσύνην, ὅτι οὐκ ἔστιν ἀγαθὸν τῷ ἀνθρώπῳ ὑπὸ τὸν ἥλιον ὅτι εἰ μὴ τοῦ φαγεῖν καὶ τοῦ πιεῖν καὶ τοῦ εὐφρανθῆναι, καὶ αὐτὸ συμπροσέσται αὐτῷ ἐν μόχθῳ αὐτοῦ ἡμέρας ζωῆς αὐτοῦ, ἃς ἔδωκεν αὐτῷ ὁ θεὸς ὑπὸ τὸν ἥλιον. Ἐν οἷς ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι τὴν σοφίαν καὶ τοῦ ἰδεῖν τὸν περισπασμὸν τὸν πεποιημένον ἐπὶ τῆς γῆς, ὅτι καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ὕπνον ἐν ὀφθαλμοῖς αὐτοῦ οὐκ ἔστι βλέπων.