Ὅτι ὁ ἀνὴρ κεφαλὴ τῆς γυναικός, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας.
Ἐπεὶ οὖν κεφαλὴν καὶ ἀρχὴν πάντων ἀπέφηνε τὸν Χριστὸν ὁ ἱερὸς Ἀπόστολος, καὶ βασιλέα τῶν ὅλων ἀποδείκνυσιν, εἰσάγει αὐτὸν καὶ τοῖς πεπιστευκόσιν αὐτῷ βασιλείαν χαριζόμενον, ἐν οἷς φησι· Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας. Καί· Εὐχαριστοῦντες τῷ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτημάτων. Ὡς δὲ τέκνα, καὶ ἀδελφοί, καὶ κληρονόμοι οἱ αὐτοί, προσέχειν δέον· Ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις καὶ προφήταις ἐν Πνεύματι, εἶναι τὰ ἔθνη συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν Χριστῷ, διὰ τοῦ Εὐαγγελίου ἐγενήθην διάκονος. —Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ· ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.