Τὸν ἐν ἁμαρτίαις φησίν. «Μὴ ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί· ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες.» Μὴ ὡς ἄσοφοι, φησὶ, δελεάζεσθε, ἀλλ᾽ ὡς σοφοὶ τὴν ἰδίαν ὁδὸν φυλάσσετε, τῷ μὴ ἐφελκυσθῆναι τῷ καιρῷ τῆς πονηρίας. «Ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.» Τοῦτό φησιν, ἵνα ὅλος ἡμῶν ὁ νοῦς πρὸς Κύριον συντείνηται, καὶ μὴ μόνον μελῳδῶμεν τοῖς χείλεσιν. «Εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί.» Μυστήρια τῷ Θεῷ προσήκει τελεῖν, ὑμνοῦντας αὐτὸν, καὶ διεξίοντας τὰς εὐεργεσίας ἃς ἐπιτελεῖ Χριστός. «Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ.» Ὥσπερ ἡ ἐπανάστασις ἡ ἐπ᾽ ἀλλήλους, διάστασιν ποιεῖ, οὕτως ἡ ὑποταγὴ συνάφειαν. Ἀλλήλοις δὲ ὑποτάσσεσθαι δεῖ διὰ Χριστὸν, ὡς Χριστῷ λάτρευμα τοῦτο τελοῦντες. «Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε ὡς τῷ Κυρίῳ· ὅτι ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος· ἀλλ᾽ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν.»