Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΕΣΘΗΡ 10

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 10, Εδάφιο 1

1

ΕΓΡΑΨΕ δὲ ὁ βασιλεὺς ἐπὶ τὴν βασιλείαν τῆς τε γῆς καὶ τῆς θαλάσσης,

2

καὶ τὴν ἰσχὺν αὐτοῦ καὶ ἀνδραγαθίαν πλοῦτόν τε καὶ δόξαν τῆς βασιλείας αὐτοῦ, ἰδοὺ γέγραπται ἐν βιβλίῳ βασιλέων Περσῶν καὶ Μήδων εἰς μνημόσυνον.

3

ὁ δὲ Μαρδοχαῖος διεδέχετο τὸν βασιλέα ᾿Αρταξέρξην καὶ μέγας ἦν ἐν τῇ βασιλείᾳ καὶ δεδοξασμένος ὑπὸ τῶν ᾿Ιουδαίων· καὶ φιλούμενος, διηγεῖτο τὴν ἀγωγὴν παντὶ τῷ ἔθνει αὐτοῦ.[α] Καὶ εἶπε Μαρδοχαῖος· παρὰ τοῦ Θεοῦ ἐγένετο ταῦτα.[β] ἐμνήσθη γὰρ περὶ τοῦ ἐνυπνίου, οὗ εἶδον περὶ τῶν λόγων τούτων· οὐδὲ γὰρ παρῆλθεν ἀπ᾿ αὐτῶν λόγος.[γ] ἡ μικρὰ πηγή, ἣ ἐγένετο ποταμὸς καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ· ᾿Εσθήρ ἐστιν ὁ ποταμός, ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησε βασίλισσαν.[δ] οἱ δὲ δύο δράκοντες, ἐγώ εἰμι καὶ ᾿Αμάν.[ε] τὰ δὲ ἔθνη τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν ᾿Ιουδαίων.[ζ] τὸ δὲ ἔθνος τὸ ἐμόν, οὗτός ἐστιν ᾿Ισραήλ, οἱ βοήσαντες πρὸς τὸν Θεὸν καὶ σωθέντες· καὶ ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐρύσατο Κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων. καὶ ἐποίησεν ὁ Θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα, ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσι.[η] διὰ τοῦτο ἐποίησε κλήρους δύο, ἕνα τῷ λαῷ τοῦ Θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσι·[θ] καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ Θεοῦ καὶ πᾶσιν τοῖς ἔθνεσι,[ι] καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσε τὴν κληρονομίαν αὐτοῦ·[κ] καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ ᾿Αδὰρ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ μηνὸς μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ Θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ ᾿Ισραήλ.[λ] ῎Ετους τετάρτου βασιλεύοντος Πτολεμαίου καὶ Κλεοπάτρας εἰσήνεγκε Δοσίθεος, ὃς ἔφη εἶναι ἱερεὺς καὶ Λευίτης, καὶ Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ τὴν προκειμένην ἐπιστολὴν τῶν Φρουραί, ἣν ἔφασαν εἶναι καὶ ἡρμηνευκέναι Λυσίμαχον Πτολεμαίου τῶν ἐν ῾Ιερουσαλήμ.