Πατερικές αναφορές στο ΕΣΘΗΡ 4:17

1 πατερικά χωρίαΌλες οι κατηγορίες γνησιότητας

Καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ ᾿Εσθήρ.[α] καὶ ἐδεήθη Κυρίου μνημονεύων πάντα τὰ ἔργα Κυρίου καὶ εἶπε·[β] Κύριε Κύριε, βασιλεῦ πάντων κρατῶν, ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστι, καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν ᾿Ισραήλ·[γ] ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ᾿ οὐρανὸν καὶ Κύριος εἶ πάντων, καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ Κυρίῳ.[δ] σὺ πάντα γινώσκεις· σὺ οἶδας, Κύριε, ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο, τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον ᾿Αμάν, ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν ᾿Ισραήλ·[ε] ἀλλ᾿ ἐποίησα τοῦτο, ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης Θεοῦ, καὶ οὐ προσκυνήσω οὐδένα, πλὴν σοῦ τοῦ Κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ.[ζ] καὶ νῦν, Κύριε ὁ Θεός, ὁ βασιλεύς, ὁ Θεὸς ῾Αβραάμ, φεῖσαι τοῦ λαοῦ σου, ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου·[η] μὴ ὑπερίδῃς τὴν μερίδα σου, ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου·[θ] ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν, ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα, Κύριε, καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σε, Κύριε.[ι] καὶ πᾶς ᾿Ισραὴλ ἐκέκραξεν ἐξ ἰσχύος αὐτῶν, ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν.[κ] Καὶ ᾿Εσθὴρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν Κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη, καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους, καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων, σποδοῦ καὶ κοπριῶν ἐνέπλησε τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσε σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο Κυρίου Θεοῦ ᾿Ισραήλ, καὶ εἶπε·[λ] Κύριέ μου, βασιλεὺς ἡμῶν σὺ εἶ μόνος· βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ, ὅτι κίνδυνός μου ἐν χειρί μου.[μ] ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ, Κύριε, ἔλαβες τὸν ᾿Ισραὴλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας.[ν] καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου, καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν, ἀνθ᾿ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν· δίκαιος εἶ, Κύριε.[ξ] καὶ νῦν οὐκ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν, ἀλλ᾿ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν ἐξάραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστηρίου σου,[ο] καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα.[π] μὴ παραδῷς, Κύριε, τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσι, καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν, ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ᾿ αὐτούς, τὸν δὲ ἀρξάμενον ἐφ᾿ ἡμᾶς παραδειγμάτισον.[ρ] μνήσθητι, Κύριε, γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον, βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν·[σ] δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονούντων αὐτῶ·[τ] ἡμᾶς δὲ ρῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰς μὴ σέ, Κύριε·[υ] πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου.[φ] σὺ οἶδας τὴν ἀνάγκην μου, ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου, ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου· βδελύσσομαι αὐτὸ ὡς ράκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου.[χ] καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν ᾿Αμὰν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως, οὐδὲ ἔπιον οἶνον σπονδῶν·[ψ] καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ᾿ ἡμέρας μεταβολῆς μου μέχρι νῦν, πλὴν ἐπὶ σοί, Κύριε, ὁ Θεὸς ῾Αβραάμ.[ω] ὁ Θεὸς ὁ ἰσχύων ἐπὶ πάντας, εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ρῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων, καὶ ρῦσαί με ἐκ τοῦ φόβου μου.
Ανάγνωση ολόκληρου κεφαλαίου

Πατερικά χωρία

1–1 από 1