Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἁγία Γραφή

ΕΣΘΗΡ 7

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Αγία Γραφή

—

Κεφάλαιο 7, Εδάφιο 1

1

ΕΙΣΗΛΘΕ δὲ ὁ βασιλεὺς καὶ ᾿Αμὰν συμπιεῖν τῇ βασιλίσσῃ.

2

εἶπε δὲ ὁ βασιλεὺς ᾿Εσθὴρ τῇ δευτέρᾳ ἡμέρᾳ ἐν τῷ πότῳ· τί ἐστιν, ᾿Εσθὴρ βασίλισσα, καὶ τί τὸ αἴτημά σου καὶ τί τὸ ἀξιωμά σου; καὶ ἔστω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.

3

καὶ ἀποκριθεῖσα εἶπεν· εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως, δοθήτω ἡ ψυχὴ τῷ αἰτήματί μου καὶ ὁ λαός μου τῷ ἀξιώματί μου·

4

ἐπράθημεν γὰρ ἐγώ τε καὶ ὁ λαός μου εἰς ἀπώλειαν καὶ διαρπαγὴν καὶ δουλείαν, ἡμεῖς καὶ τὰ τέκνα ἡμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ παρήκουσα· οὐ γὰρ ἄξιος ὁ διάβολος τῆς αὐλῆς τοῦ βασιλέως.

5

εἶπε δὲ ὁ βασιλεύς· τίς οὗτος, ὅστις ἐτόλμησε ποιῆσαι τὸ πρᾶγμα τοῦτο;

6

εἶπε δὲ ᾿Εσθήρ· ἄνθρωπος ἐχθρὸς ᾿Αμάν, ὁ πονηρὸς οὗτος. ᾿Αμὰν δὲ ἐταράχθη ἀπὸ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης.

7

ὁ δὲ βασιλεὺς ἐξανέστη ἀπὸ τοῦ συμποσίου εἰς τὸν κῆπον· ὁ δὲ ᾿Αμὰν παρῃτεῖτο τὴν βασίλισσαν, ἑώρα γὰρ ἑαυτὸν ἐν κακοῖς ὄντα.

8

ἐπέστρεψε δὲ ὁ βασιλεὺς ἐκ τοῦ κήπου, ᾿Αμάν δὲ ἐπιπεπτώκει ἐπὶ τὴν κλίνην ἀξιῶν τὴν βασίλισσαν. εἶπε δὲ ὁ βασιλεύς· ὥστε καὶ τὴν γυναῖκα βιάζῃ ἐν τῇ οἰκίᾳ μου; ᾿Αμὰν δὲ ἀκούσας διετράπη τῷ προσώπῳ.

9

εἶπε δὲ Βουγαθὰν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα· ἰδοὺ καὶ ξύλον ἡτοίμασεν ᾿Αμὰν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως, καὶ ὤρθωται ἐν τοῖς ᾿Αμὰν ξύλον πηχῶν πεντήκοντα. εἶπε δὲ ὁ βασιλεύς· σταυρωθήτω ἐπ᾿ αὐτοῦ.

10

καὶ ἐκρεμάσθη ᾿Αμὰν ἐπὶ τοῦ ξύλου, ὃ ἡτοιμάσθη Μαρδοχαίῳ. καὶ τότε ὁ βασιλεὺς ἐκόπασε τοῦ θυμοῦ.

Πατερικές αναφορές