Ἀλλ᾽ ἐπεὶ ταῦτα ἐξ ὀλίγου μοι ὕμνηται, φέρε διηγήσωμαι καὶ τὰ ὀδύνης ἔμπλεα. ἀνέστη βασιλεὺς ἕτερος, φησί που τὸ ἱερὸν γράμμα, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. τοιοῦτος δὴ οὖν ὁ ἡμέτερος Φαραώ, ὦ ἁγιώτατοι, οὐ τὸν Ἰωσὴφ ἀγνοῶν, ἀλλὰ τὸν ἀγοράσαντα αὐτὸν δεσπότην ἀρνούμενος· δῆλον γὰρ ὡς ὁ ἀθετῶν αὐτοῦ τὴν εἰκόνα αὐτὸν ἀθετεῖ, οὕτω καὶ τὴν Θεοτόκον καὶ πάντα ἅγιον ἠθέτησεν. οὐ γὰρ ἔφερεν, φύσις ὢν ἀρνητική, μὴ οὐχὶ τῇ κεφαλῇ συμπεριελεῖν καὶ τὰ μέλη πάντα, ἵνα μόνη ἡ αὐτοῦ εἰκὼν ἐμφανίζηται Ναβουχοδονοσορικῷ δόγματι. ἐντεῦθεν ἐρήμωσις πασῶν τῶν ἐκκλησιῶν τοῦ θεοῦ, ἀφανιζομένης πανταχοῦ πάσης σεπτῆς εἰκόνος· ἐντεῦθεν ἔμπρησις ἱερῶν ἀναθημάτων, ἐν οἷς εἰκών, καὶ βίβλων, ἐν αἷς περὶ αὐτῆς τι λεκτόν· ἐντεῦθεν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούμενα καὶ ἡ μέθεξις τῆς ἀθέου κοινωνίας διὰ πολλῆς ἐκζητήσεως καὶ ἐρεύνης, ὡς μὴ ὑπολειφθῆναι ἀνάλωτον πάντα ἄνθρωπον· δυοῖν γὰρ θάτερον ἀνάγκη, ἢ προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ἢ τῇ πονηρᾷ φλογὶ τῶν βασάνων ὑποβληθῆναι. καὶ ὅμως εὐαρίθμητοι οἱ ἀκαμπεῖς. τίνες οὗτοι; ὁ ἱερὸς ἡμῶν πατριάρχης, ἱεράρχαι τε καὶ ἱερεῖς, μονασταὶ καὶ μονάζουσαι· οὐδὲ γὰρ ἡ πόρνη ὄψις ᾐδέσθη καὶ μέχρι τούτων τὰς μάστιγας ἐπαφεῖναι.