Τί δὲ ἡ πορνεία; Ἐξῆλθεν ὁ τότε λαὸς τοῦ Θεοῦ ἐξ Αἰγύπτου παντάπασιν ἄοπλοι, καὶ ὁπλιτῶν τούτους ἐπεδίωκε πλῆθος. Ὡς οὖν μέχρι τῆς θαλάσσης ἦλθον, οἱ μὲν φεύγοντες, οἱ δὲ διώκοντες, δυνάμει καὶ βουλῇ Θεοῦ, καὶ ράβδῳ καὶ χειρὶ Μωϋσέως, δικάζει πρὸς ἀμφοτέρους ἐκείνους ἡ θάλασσα, καὶ τοῖς μὲν ὑποχωρεῖ σχισθεῖσα μέση, καὶ πάροδον ἀκίνδυνον δίδωσι· τοῖς δὲ καταδιώκουσιν ἐπιρρεύσασα, νεκροὺς τοῖς γείτοσιν αἰγιαλοῖς ἐκείνοις ἐξέδωκε· καὶ τοὺς ἀόπλους πανοπλίτας ἀπέδειξε, σκυλεύσαντας τοὺς ἐκβρασθέντας νεκρούς. Εἶτα τί; Διέρχονται τόπους καὶ χώρας οἰκουμένας καὶ ἀοικήτους ἀήττητοι, νικῶντες πάντας τοὺς ἀντιτεταγμένους αὐτοῖς. Ὡς δὲ πορνείᾳ ὑπέπεσαν, ἐπὶ τοσοῦτον ἡττήθησαν, ὡς καὶ ἀποθανεῖν ἐν τῷ πολέμῳ πάραυτα τότε εἰκοσιτρεῖς χιλιάδας. Διὸ καὶ ὁ Παῦλος πρὸς ἡμᾶς· «μὴ πορνεύετε», φησί, «καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες». Καὶ εἰ μὴ Φινεὲς ζηλώσας καὶ μιᾷ πληγῇ μετὰ τῆς πορνευομένης συναποκτείνας τὸν τὸ μύσος κατεργαζόμενον καὶ ἀναχαιτίσας τὴν πρᾶξιν ἐξιλεώσατο τὸν Θεόν, κἂν πάντες ἀπώλοντο, παγγενεὶ τῆς θείας ὀργῆς πειραθέντες διὰ τὴν τῆς πορνείας παρανομίαν. Ἐν ὑμῖν δὲ ὅτι μὲν ἐνεργεῖται τὸ θεοστυγὲς τοῦτο πάθος, τίς οὐκ οἶδε;