Διαῤῥήξατε ”τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν.” <Καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθ᾽ ἑαυτὴν, καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ᾽ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ καὶ ἔπαρσις τῶν κατοικούντων Ἱερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν.> Οὐκ ἀεὶ τὴν Ἐκκλησίαν ἐν θορύβοις ἔσεσθαί φησιν, οὔτε μὴν ἀτελευτήτους ὑπομένειν τοὺς διωγμούς· ἀλλ᾽ ἠρεμήσειν τε κατὰ καιροὺς, καὶ κατοικήσειν καθ᾽ ἑαυτὴν, τουτέστι κατὰ μόνας, οὐκ παρενοχλοῦντός τινος, οὐ θλίψιν ἐπάγοντος, οὐκ ἐνιέντος δεῖμα, οὐ τὰς ἐκ τῶν πειρασμῶν δυσθυμίας ἐπισωρεύοντος· σώσει γὰρ Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ᾽ ἀρχῆς. ὑπερασπιεῖ γὰρ οὕτω τῶν ἰδίων ἐκκλησιῶν, ἤτοι τῶν ἑαυτοῦ σκηνωμάτων ὁ τῶν ὅλων Κύριος, δῆλον δὲ ὅτι Χριστὸς, ὡς ἴσην αὐτοῖς ἀπονεῖμαι φροντίδα τῇ πάλαι δεδωρημένῃ λελυτρωμένων ἐξ Αἰγύπτου τῶν ἐξ Ἰσραήλ. ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ ἐξ οἴκου δουλείας, καὶ “ἐκ καμίνου ”σιδηρᾶς,” καθὰ γέγραπται, καὶ ἐξ ἀφορήτου πλεονεξίας ὁ τῶν ὅλων Θεὸς, “ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ”ὑψηλῷ,” ὅτε καὶ τοὺς διώκοντας “κατεπόντισεν ἐν ἐρυθρᾷ ”θαλάσσῃ· πόντος ἐκάλυψεν αὐτοὺς, καὶ ἔδυσαν ὡσεὶ μόλι- “βος ἐν ὕδατι σφοδρῷ” καὶ διεβιβάσθησαν μὲν οἱ λελυτρωμένοι. στύλος δὲ αὐτῶν ἡγεῖτο πυρὸς τὴν νύκτα, καταδεικνύων τὴν ὁδὸν, ἐπεκρέματο δὲ καὶ ἐν ἡμέρᾳ νέφελη.