μὴ πλανηθῆτε, ἀδελφοί, μὴ τολμήσητε ὅλως ἅψασθαι ἢ προσελθεῖν τῷ ἀπροσίτῳ φύσει· ὃς γὰρ οὐκ ἀποτάξεται κόσμῳ καὶ τοῖς ἐν κόσμῳ καὶ τὴν ψυχὴν ἀρνήσεται τὴν ἑαυτοῦ καὶ σῶμα καὶ ὅλος γένηται νεκρὸς ταῖς αἰσθήσεσι πάσαις μηδὲν προσβλέπων ἐμπαθῶς τῶν ἡδέων τοῦ βίου, μηδενὸς ὅλως ἐπιθυμῶν τῶν τοῦ κόσμου πραγμάτων μηδὲ ἐνηδυνόμενος λόγοις τισὶν ἀνθρώπων· ὃς οὐ κωφός τε καὶ τυφλὸς γένηται τοῖς τοῦ κόσμου πράγμασί τε καὶ ἤθεσι, πράξεσί τε καὶ λόγοις ὁρῶν μὲν ὅσα ὀφθαλμὸς φύσει ὁρᾶν ἰσχύει, μηδὲν δὲ ἔνδοθεν ἐῶν εἰσελθεῖν ἐν καρδίᾳ καὶ τύπους τούτων καὶ μορφὰς ἀνιστορεῖσθαι ταύτην, ἀκούων δ’ ὅσα ἀκοὴ δέχεται ἀνθρωπίνη, καὶ μένων ὥσπερ ἄψυχος καὶ ἀναίσθητος λίθος μὴ ἠχήν, μὴ τὴν δύναμιν τῶν φωνῶν μεμνημένος, οὐ δύναται τὴν μυστικὴν καὶ ἀναίμακτον θύειν θεῷ θυσίαν καθαρῶς τῷ καθαρῷ τὴν φύσιν· ὅταν γὰρ ταῦτα αἰσθηθῇ ποιεῖν ἐν ἀληθείᾳ, ἀπεχωρίσθη τοῦ παντὸς κόσμου καὶ τῶν τοῦ κόσμου καὶ γνώσει καὶ πιστεύσει μοι, ἃ μέλλω πάλιν γράφειν· τὸν ἀέρα τὸν σκοτεινόν, ὃν Δαβὶδ τεῖχος λέγει, καὶ θάλασσαν ὠνόμασαν τοῦ βίου οἱ πατέρες, ὑπερέβη, ἐπέρασεν, εἰσῆλθεν εἰς λιμένα, ἐν ᾧ πᾶς ὁ γενόμενος πᾶν ἀγαθὸν εὑρίσκει· ἐκεῖ γὰρ ὁ παράδεισος, ἐκεῖ ζωῆς τὸ ξύλον· ἐκεῖ ὁ ἄρτος ὁ γλυκύς, ἐκεῖ πόμα τὸ θεῖον· ἐκεῖ ὁ ἀνεξάντλητος πλοῦτος τῶν χαρισμάτων· ἐκεῖ ἡ βάτος καίεται μὴ καταφλεγομένη καὶ τῶν ποδῶν μου λύονται τὰ πέδιλα εὐθέως· ἐκεῖ θάλασσα ῥήγνυται, καὶ διέρχομαι μόνος καὶ ὁρῶ ἐν τοῖς ὕδασιν ἐχθροὺς ποντιζομένους· ἐκεῖ τὸ ξύλον θεωρῶ ἐν τῇ ἐμῇ καρδίᾳ βαλλόμενον, καὶ τὰ πικρὰ πάντα μεταποιοῦνται· ἐκεῖ τὴν πέτραν βλύζουσαν μέλι ἐκαρπωσάμην καὶ ἡ ψυχή μου ἔκτοτε θλίψεως οὐ μετέσχεν· ἐκεῖ εὕρηκα τὸν Χριστὸν τὸν παροχέα τούτων καὶ ἠκολούθησα αὐτῷ ἐξ ὅλης τῆς ψυχῆς μου· ἐκεῖ τὸ μάννα ἔφαγον καὶ ἄρτον τῶν ἀγγέλων καὶ οὐδενὸς ἐπεθύμησα τῶν ἀνθρωπίνων ἔτι· ἐκεῖ τὴν ῥάβδον Ἀαρὼν τὴν ξηρὰν ἐξανθοῦσαν εἶδόν τε καὶ ἐθαύμασα θεοῦ τερατουργίας· ἐκεῖ τὴν στεῖράν μου ψυχὴν εἶδον καρποφοροῦσαν καὶ πῶς τὸ ξύλον τὸ ξηρὸν ποιεῖ καρπὸν ὡραῖον· ἐκεῖ τὴν βορβορώδη μου καὶ ἄσωτον καρδίαν ἐθεασάμην καθαρὰν καὶ ἁγνὴν καὶ παρθένον καὶ τό· χαῖρε, ἀκούουσαν, ἡ κεχαριτωμένη, μετὰ σοῦ γὰρ ὁ κύριος καὶ ἐν σοὶ εἰς αἰῶνας· ἐκεῖ τό· νίψαι, ἤκουσα, κολυμβήθρᾳ δακρύων, καὶ ποιήσας ἐπίστευσα καὶ ἀνέβλεψα αἴφνης· ἐκεῖ ἐτάφην μνήματι ταπεινώσει τελείᾳ καὶ παρεγένετο Χριστὸς ἀμετρήτῳ ἐλέει καὶ λίθον ἦρε τὸν βαρὺν ἐκεῖθεν τῶν κακῶν μου καὶ εἶπε· δεῦρο ἔξελθε ὡς ἐκ τάφου τοῦ κόσμου· ἐκεῖ πῶς ἔπαθεν, εἶδον, ἀπαθῶς ὁ θεός μου καὶ πῶς νεκρὸς ἐγένετο ἀθάνατος ὑπάρχων καὶ ἀνέστη τοῦ μνήματος μὴ λύσας τὰς σφραγῖδας· ἐκεῖ τὴν μέλλουσαν εἶδον ζωὴν καὶ ἀφθαρσίαν, ἣν ὁ Χριστὸς χαρίζεται τοῖς αὐτὸν ἐκζητοῦσι, καὶ βασιλείαν οὐρανῶν οὖσαν ἐντός μου εὗρον, ἥτις ὑπάρχει ὁ πατήρ, ὁ υἱὸς καὶ τὸ πνεῦμα, θεότης ἀδιαίρετος ἐν τρισὶ τοῖς προσώποις, ἣν οἱ μὴ προτιμήσαντες ἀντὶ παντὸς τοῦ κόσμου καὶ δόξαν ἡγησάμενοι καὶ τιμήν τε καὶ πλοῦτον τὸ προσκυνεῖν, τὸ λειτουργεῖν καὶ παρίστασθαι μόνον ἀνάξιοι τυγχάνουσι καὶ τῆς ἀχράντου θέας καὶ τῆς τρυφῆς καὶ τῆς χαρᾶς καὶ τῶν καλῶν ἁπάντων, ὧν οὐ μὴ μεταλάβωσι μετάνοιαν μὴ σχόντες, εἰ μὴ πάντα ὡς εἴπομεν διδαχθῶσι καὶ γένωνται καὶ πάντα πράξωσι σπουδῇ, ἃ εἶπεν ὁ θεός μου· καὶ τότε μόλις τις πολλῷ φόβῳ καὶ εὐλαβείᾳ, εἰ ὁ θεὸς κελεύσειεν, ἁπτέσθω τῶν ἀψαύστων· οὐδὲ γὰρ πᾶσιν ἔξεστι λειτουργεῖν τοῖς τοιούτοις· ἀλλ’ εἰ καὶ πᾶσαν δέξεται τοῦ πνεύματος τὴν χάριν καὶ καθαρὸς ἀπὸ μητρὸς ὑπάρχει ἁμαρτίας, εἰ μὴ θεοῦ κελεύσματι καὶ ἐκλογῇ ἐκείνου πληροφοροῦντος τὴν αὐτοῦ ψυχὴν ἐλλάμψει θείᾳ καὶ ἐμπυρίζοντος αὐτὴν πόθῳ θείας ἀγάπης, οὐκ ἂν δοκῇ μοι εὔλογον ἱερουργεῖν τὰ θεῖα καὶ τῶν ἀψαύστων καὶ φρικτῶν ἅπτεσθαι μυστηρίων, οἷς πρέπει δόξα καὶ τιμὴ καὶ προσκύνησις πᾶσα νῦν καὶ ἀεὶ διὰ παντὸς εἰς πάντας τοὺς αἰῶνας.