Ἔσωθεν ζήτει ἐκ τοῦ παραδείσου, ἔσωθεν ζήτει. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, καταλαλιαὶ, βλασφημίαι, τὰ κοινοῦντα τὸν ἄνθρωπον. Μὴ συναναβῇς αὐτῷ, ὡς οὐδὲ ὁ Θεὸς τῷ Ἰσραὴλ, ὅτι σκληροτράχηλός ἐστι· μὴ συναναβῇς αὐτῷ· εἰς ἁμαρτίαν σε καλεῖ. Αὐτός σε κάμψει. Καὶ γενοῦ πρὸ αὐτοῦ, λέγων αὐτῷ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Ἔξω μεῖνον, ὡς Ἠλίας φεύγων τὴν Ἰεζαβέλ· σπεῦδε εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Μή σε καταλάβῃ, ὡς οὐδὲ Ἀβεσσαλὼμ παῖδες τοὺς περὶ Ἰωναθὰν, καὶ Ἀχιμαὰς τοὺς ἱερεῖς τοῦ Κυρίου φεύγοντας· μή σε πιάσει, ὡς οὐδὲ βασιλέως Ἱεριχὼ παῖδες τοὺς κατασκόπους· ἀλλ᾽ εἰ δυνατὸν, ἀπάτησον αὐτὸν ὡς Ῥαὰβ τοὺς ἐρευνῶντας ἡ πόρνη. Μή σε καθυποτάξῃ, ὡς οὐδὲ Φαραὼ τοὺς περὶ Μωϋσέα καὶ Ἀαρών· ἀλλὰ περίκαμψον αὐτὸν, ὡς οἱ μάγοι Ἡρώδην. Μὴ ἀγωνιάσῃς· ἔχεις γὰρ τὸν διατάκτην Θεὸν, καὶ ἰατρὸν τὸν Χριστόν. Μηδὲν πτοηθῇς· ἔχεις γὰρ ἀλείπτην τὸ Πνεῦμα τὸ ἅγιον, τὸν τοῦ Σαμουῆλος μυστικῷ κέρατι χρίοντά σε τῷ μύρῳ. Μηδὲ τὸ δίψος φοβηθῇς· ἔχεις γὰρ τὸ ὕδωρ ἐπὶ σὲ τῆς ἀναπαύσεως τοῦ βαπτίσματος διὰ τῆς κολοκύνθης, ἵνα προερχόμενόν σοι, τουτέστι, διὰ τῆς κηρυκείας τοῦ Ἰωνᾶ, ἀναλάβῃ σε. Στρέψον τὸ ἅρμα τῆς τυραννίδος αὐτοῦ· βάλε αὐτὸν εἰς βόθρον, ὃν εἰργάσατο· βάλε αὐτὸν εἰς τὴν βαθεῖαν ἐκεῖ.