Πανταχοῦ τὸ ἓν καὶ τὸ ὅμοιον καὶ τὸ ἡνῶσθαι διὰ τὴν σύμπνοιαν καὶ τὴν εἰρήνην καὶ τὸ Θεὸν εἶναι τὸ κηρυττόμενον, ὃ καὶ διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπών· «καὶ ἡ ὅρασις τῶν τροχῶν καὶ ἡ ποίησις αὐτῶν καὶ τὸ ἔργον αὐτῶν», ἡ κίνησις δηλονότι, «καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ». Τουτέστιν οὕτω μία ἦν ἡ κίνηση τῶν τροχῶν, ὥσπερ τροχῶν ὁμοκέντρων ὑφ’ ἑνὸς ἄξονος στρεφομένων. Τοῦτο γάρ ἐστι τὸ εἶναι «τροχὸν ἐν τροχῷ». «Ἐπὶ τὰ τέσσαρα δὲ μέρη αὐτῶν ἐπορεύοντο», ὅτι «τὰ ῥήματα αὐτῶν ἐξῆλθεν εἰς τὰ πέρατα τῆς οἰκουμένης». «Καὶ ὕψος ἦν αὐτοῖς· καὶ εἶδον αὐτοὺς καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι· καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῷα ἐπορεύοντο καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῷα ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς καὶ οἱ τροχοί. Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ἦν τὸ πνεῦμα τοῦ πορεύεσθαι· ἐπορεύοντο τὰ ζῷα καὶ οἱ τροχοὶ ἐξῄροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς». «Καὶ ὕψος ἦν αὐτοῖς»· διὰ τὸ μέγεθος τοῦ κηρυττομένου, ὅτι τὸν ὕψιστον ἐκήρυττον. Ἐπεὶ δὲ πρὸς τοὺς σφόδρα ἀναισθήτως διακειμένους καὶ ἀγνώμονας τῶν ἀνθρώπων καὶ τιμωριῶν αὐτοῖς ἐνίοτε ἐδέησε καὶ πληγῶν, καθάπερ εἰς Ἀνανίαν, καὶ διὰ τοῦτο καὶ φοβεροὶ ἦσαν. «Καὶ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν»· ᾔδεσαν γὰρ τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν.