καὶ γὰρ δὴ καὶ πρὸς ἐκεῖνον ἐλέγετο τὸν Τυρίων ἡγούμενον, ἃ καὶ λόγος ἡμᾶς ἀναγκαίως ἀναπείθει προσάπτειν τῷ τοῦ Διαβόλου προσώπῳ “Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως·” ἀλλ᾽ εὑρίσκεται τῆς ὁμοιώσεως ἀποπεσὼν, ὁ πρὸς ὃν ὁ τοιοῦτος εἴρηται λόγος. ὁρᾷς οὖν ἤδη, καὶ μάλα σαφῶς, ἀπὸ δὴ τῶν τοιούτων, ὡς οὐκ ἀσφαλὲς εἰς ἀκλόνητον στάσιν τοῖς νοητοῖς τὸ ἐν ὁμοιότητι κεῖσθαι μόνῃ τῇ πρὸς Θεὸν, ἀλλ᾽ οὐδὲ ἀπόχρη πρὸς ἀπαραποίητον διαμονὴν τὴν ἐφ᾽ οἷσπερ ἂν εἶεν ἀγαθοῖς, τὸ κατεσφραγίσθαι καλῶς πρὸς τὴν τοῦ ποιήσαντος φύσιν. καταπίπτει γὰρ καὶ αὐτὰ καὶ φέρεται κάτω μεταχωροῦντα πολλάκις εἰς αἰσχίονα γνώμην, ἤπερ ἦν ἐν ἀρχαῖς. ἐνδέχεται δὴ οὖν κατὰ τὸν οὕτως ἡμῖν ἔχοντα λόγον, κατὰ μόνην τὴν ταυτοεργίαν εἰς ὁμοίωσιν ἀναβαίνοντα τῷ Πατρὶ τὸν Υἱὸν, καὶ ὑποβάθρᾳ μὲν οὐκ ἐρηρεισμένον φυσικῇ, ἐν δὲ μόναις ταῖς ἐξ οἰκείων θελημάτων ῥοπαῖς τὴν ἀσφάλειαν ἔχοντα, ὑπομεῖναι καὶ τροπὴν ἢ, κἂν μὴ πάθοι, προαιρέσεως ἀξιαγάστου καρπὸν εὑρήσει τὸ μὴ παθεῖν, καὶ οὐ φυσικῆς ἀσφαλείας ἑδραιότητα μᾶλλον ὡς Θεός.