Ἀρχόμενος ὀφθαλμιᾷν θεραπεύου κατὰ καιρὸν μικρὸν, ἵνα μὴ τυφλωθήσῃ, καὶ τότε ζητήσῃς τὸν ἰατρόν.
Δʹ. Ἀρχηγὸς μὲν οὖν ἁμαρτίας ὁ διάβολος, γεννήτωρ τῶν κακῶν. Τοῦτο δὲ Ἰησοῦς εἶπεν ὁ Κύριος, οὐκ ἐγώ· αὐτὸς εἶπεν περὶ αὐτοῦ· Ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει· πρὸ αὐτοῦ ἥμαρτεν οὐδείς. Ἥμαρτεν, οὐκ ἐκ φύσεως τὸ ἁμαρτάνειν λαβὼν, ἐπεὶ ἀνατρέχει ἡ ἁμαρτία εἰς τὸν κατασκευάσαντα· ἀλλ᾽ ἀγαθὸς κατασκευασθεὶς, διάβολος γέγονεν, ἐκ τῆς πράξεως λαβὼν τὴν προσηγορίαν. Ἀρχάγγελος ὢν, διάβολος ἐκλήθη ἀπὸ τοῦ διαβάλλειν ἀγαθὸς ὢν Θεοῦ ὑπηρέτης, γέγονεν Σατανᾶς· ὁ γὰρ Σατανᾶς τὸν διάβολον ἑρμηνεύει. Οὐκ ἐμὰ ταῦτα τὰ διδάγματα, ἀλλὰ ὠφελήθημεν παρὰ Ἰεζεκιήλ. Ἐκεῖνος λαβὼν θρήνους ἐπ᾽ αὐτὸν, λέγει· Σὺ ἀποσφράγισμα ὁμοιώματος, ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ ἐγεννήθης· καὶ μετ᾽ ὀλίγα· Ἐγεννήθης ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἄχρις οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Οὐκ ἔξωθεν ἐπεισηνέχθη· ἐγέννησας τὸ κακόν. Καὶ διὰ τὰς ἁμαρτίας σου ἐτραυματίσθης, καὶ ἐπὶ τὴν γῆν ἔῤῥιψά σε. Ὁ Κύριος πάλιν ἐν Εὐαγγελίοις λέγει· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα ἐπὶ τὴν γῆν. Βλέπεις Παλαιᾶς συμφωνίαν πρὸς Καινήν;