τῶν μὲν γὰρ ἔσται δεσπότης, τῶν δὲ βασιλεύς, τῶν δὲ ἕτερόν τι· πάντων δὲ ἀθρόως θεός, ταῖς ἐν αὐτῷ θεϊκαῖς ἀρεταῖς τε καὶ δυνάμεσιν τὰ πάντα αὐτοῖς γιγνόμενος. τοῦτο τέλος τῆς τρισμακαρίας ἐλπίδος ὑπέγραψεν ὁ μέγας ἀπόστολος εἰπὼν «ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν». ἀλλ᾽ ἐν μὲν τοῖς πᾶσιν πάντα ἔσται ἀναλόγως τῇ ἑκάστου δυνάμει τὰς τῆς αὐτοῦ θεότητος διαφόρους ἐπινοίας χορηγῶν τοῖς πᾶσιν, μόνῳ δὲ τῷ μονογενεῖ αὐτοῦ υἱῷ τὴν ἐξαίρετον καὶ πατρικὴν τοῖς τε λοιποῖς ἅπασιν ἀκοινώνητον δόξαν καὶ τιμὴν καὶ βασιλείαν φυλάξει. εἰ δὲ χρὴ ταῦτα ἐπισφραγίσασθαι προφητικῇ σφραγῖδι, εἰς βεβαίαν πίστωσιν τῶν εἰρημένων μάρτυρι χρήσομαι προφητικῷ πνεύματι δι᾽ Ἐζεκιὴλ τοῦ προφήτου αὐτὰ δὴ [δὴ] ταῦτα τοιαύταις θεσπίζοντι φωναῖς «τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐγὼ ζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αὐτά. ὥσπερ ζητεῖ ὁ ποιμὴν τὸ ποίμνιον αὐτοῦ ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατά μου.» καὶ μεθ᾽ ἕτερα «καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν. καὶ ἀναστήσω ἐπ᾽ αὐτοὺς ποιμένα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυίδ, καὶ ἔσται αὐτῶν ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ Δαυὶδ ἐν μέσῳ αὐτῶν ἄρχων· ἐγὼ κύριος ἐλάλησα, καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην».