Ξενιζέσθω δὲ μηδείς, τὴν φθορὰν τῆς γενέσεως ἀκούων προταττομένην· ἀπαθῶς γὰρ σὺν ὀρθῷ λόγῳ τὴν τῶν γινομένων καὶ ἀπογινομένων φύσιν διασκοπήσας, εὑρήσει σαφῶς ἐκ φθορᾶς καὶ εἰς φθορὰν τὴν γένεσιν ἀρχομένην καὶ λήγουσαν, ἧς τὰ σημαντικὰ πάθη, καθάπερ ἔφην, οὐκ ἔχει Χριστὸς ἤγουν ὁ τοῦ Χριστοῦ τε καὶ κατὰ Χριστὸν βίος τε καὶ λόγος, εἴπερ ὁ λέγων ἐστὶν ἀληθής· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ», τὰ σημεῖα δηλαδὴ καὶ τὰ πάθη δηλῶν τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως, ἀλλ᾽ ἢ μόνον θεοειδὴς λόγος, γνώσει θείᾳ πεποιωμένος, καὶ γνώμης μοναδικὴ κίνησις, μόνην αἱρουμένη τὴν ἀρετήν· οὔτε Ἕλλην καὶ Ἰουδαῖος, δι᾽ ὧν τῆς περὶ θεοῦ δόξης ὁ διάφορος σημαίνεται λόγος ἤ, τό γε μᾶλλον ἀληθέστερον εἰπεῖν, ἀντικείμενος, ὁ μὲν ἀφρόνως εἰσηγούμενος πολυαρχίαν καὶ τὴν μίαν ἀρχὴν ἀντικειμέναις ἐνεργείαις τε καὶ δυνάμεσι καταμερίζων καὶ πλαττόμενος σέβας πολύθεον, τῷ τε πλήθει τῶν προσκυνουμένων στασιαζόμενον καὶ τῷ διαφόρῳ τῆς προσκυνήσεως τρόπῳ γελώμενον, ὁ δὲ μίαν μέν, στενὴν δὲ καὶ ἀτελῆ καὶ σχεδὸν ἀνυπόστατον, ὡς Λόγου καὶ Ζωῆς ἔρημον, πρὸς ἶσον κακὸν τῷ προτέρῳ λόγῳ διὰ τῶν ἐναντίων ἐκπίπτων, τὴν ἀθεΐαν, ἑνὶ περιγράφων προσώπῳ τὴν μίαν ἀρχὴν καὶ ταύτην δίχα Λόγου καὶ Πνεύματος ὑφισταμένην ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένην, μὴ συνορῶν ὅτι τίς θεός, τούτων ἠμοιρημένος, ἢ πῶς θεός, μεθέξει παραπλησίως τοῖς ὑπὸ γένεσιν λογικοῖς, ὡς συμβεβηκότων, τούτων μεμοιραμένος· ὧν ἐν Χριστῷ τὸ παράπαν, ὡς ἔφην, οὐδείς, ἀλλὰ μόνος ἀληθοῦς εὐσεβείας λόγος καὶ πάγιος μυστικῆς θεολογίας θεσμός, τήν τε τοῦ προτέρου λόγου διαστολὴν τῆς θεότητος ἀποπεμπόμενος καὶ τὴν τοῦ δευτέρου μὴ παραδεχόμενος συστολήν, ἵνα μὴ τῷ φυσικῷ πλήθει στασιαστικόν — Ἑλληνικὸν γάρ—ἢ τῷ καθ᾽ ὑπόστασιν ἑνικῷ παθητόν —Ἰουδαϊκὸν γάρ—, ὡς Λόγου καὶ Πνεύματος ἐστερημένον ἢ Λόγῳ καὶ Πνεύματι πεποιωμένον, ἀλλ᾽ οὐκ ὂν Νοῦς καὶ Λόγος καὶ Πνεῦμα, τὸ θεῖον πρεσβεύηται, καὶ διδάσκων ἡμᾶς, τοὺς κλήσει χάριτος κατὰ πίστιν εἰσπεποιημένους εἰς ἐπίγνωσιν ἀληθείας, μίαν εἰδέναι θεότητος φύσιν καὶ δύναμιν, ἤγουν ἕνα θεόν, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεωρούμενον, οἷα δὴ μόνον ἀναίτιον Νοῦν οὐσιωδῶς ὑφεστῶτα, μόνου κατ᾽ οὐσίαν ὑφεστῶτος ἀνάρχου Λόγου γεννήτορα καὶ μόνης ἀϊδίου Ζωῆς οὐσιωδῶς ὑφεστώσης, ὡς Πνεύματος ἁγίου πηγήν· ἐν μονάδι τριάδα καὶ ἐν τριάδι μονάδα· οὐκ ἄλλην ἐν ἄλλῃ—οὐ γὰρ ὡς ἐν οὐσίᾳ τῇ μονάδι συμβεβηκός ἐστιν ἡ τριὰς ἢ τὸ ἔμπαλιν ἐν τριάδι μονάς, ἄποιος γάρ—· οὐδ᾽ ὡς ἄλλην καὶ ἄλλην—οὐ γὰρ ἑτερότητι φύσεως τῆς τριάδος ἡ μονὰς διενήνοχεν, ἁπλῆ τε καὶ μία φύσις τυγχάνουσα—· οὐδ᾽ ὡς ἄλλην παρ᾽ ἄλλην— οὐ γὰρ ὑφέσει δυνάμεως διακέκριται τῆς μονάδος ἡ τριὰς ἢ τῆς τριάδος ἡ μονάς, ἢ ὡς κοινόν τι καὶ γενικόν, ἐπινοίᾳ μόνῃ θεωρητόν, τῶν ὑπ᾽ αὐτὸ μερικῶν, παρήλλακται τῆς τριάδος ἡ μονάς, οὐσία κυρίως αὐθύπαρκτος οὖσα καὶ δύναμις ὄντως αὐτοσθενής—· οὐδ᾽ ὡς δι᾽ ἄλλης ἄλλην—οὐ γὰρ μεσιτεύεται σχέσει τὸ ταυτὸν πάντη καὶ ἄσχετον, ὡς πρὸς αἴτιον αἰτιατόν—· οὐδ᾽ ὡς ἐξ ἄλλης ἄλλην—οὐ γὰρ κατὰ παραγωγὴν ἢ προαγωγὴν ἐκ μονάδος τριάς, ἀγένητος ὑπάρχουσα καὶ αὐτέκφαντος—· ἀλλὰ τὴν αὐτὴν ὡς ἀληθῶς μονάδα καὶ τριάδα καὶ λεγομένην καὶ νοουμένην, τὸ μὲν τῷ κατ᾽ οὐσίαν λόγῳ, τὸ δὲ τῷ καθ᾽ ὕπαρξιν τρόπῳ· ὅλην μονάδα τὴν αὐτήν, μὴ μεμερισμένην ταῖς ὑποστάσεσι, καὶ ὅλην τριάδα τὴν αὐτήν, τῇ μονάδι μὴ συγκεχυμένην, ἵνα μὴ τῷ μερισμῷ τὸ πολύθεον ἢ τῇ συγχύσει τὸ ἄθεον εἰσκομίζηται· ἅπερ φεύγων ὁ κατὰ Χριστὸν λαμπρύνεται λόγος, λέγω δὲ Χριστοῦ λόγον, τὸ καινὸν κήρυγμα τῆς ἀληθείας, ἐν ᾧ οὐκ ἔστιν ἄρρεν καὶ θῆλυ, φημὶ δὲ τὰ σημεῖα καὶ τὰ πάθη τῆς ὑπὸ φθορὰν καὶ γένεσιν φύσεως· οὐχ᾽ Ἕλλην καὶ Ἰουδαῖος, οἱ περὶ θεότητος ἀντικείμενοι λόγοι· οὐ περιτομὴ καὶ ἀκροβυστία, αἱ τούτοις δηλαδὴ κατάλληλοι λατρεῖαι, ἡ μὲν διὰ τὰ σύμβολα τοῦ νόμου τὴν φαινομένην κτίσιν κακίζουσα καὶ τὸν κτίστην ὡς κακῶν ποιητὴν διαβάλλουσα, ἡ δὲ διὰ τὰ πάθη ταύτην θεοποιοῦσα καὶ τῷ κτίστῃ ἐπανιστῶσα τὸ ποίημα, καὶ πρὸς ἶσον κακὸν ἄμφω, τὴν θείαν ὕβριν, ἀλλήλαις συλλήγουσαι· οὐ βάρβαρος καὶ Σκύθης, τουτέστιν ἡ πρὸς ἑαυτὴν στασιαστικὴ τῆς μιᾶς φύσεως κατὰ γνώμην διάστασις, καθ᾽ ἣν ὁ τῆς ἀλληλοκτονίας παρὰ φύσιν τοῖς ἀνθρώποις εἰσεφθάρη νόμος· οὔτε δοῦλος καὶ ἐλεύθερος, ἡ τῆς αὐτῆς δηλονότι παρὰ γνώμην διαίρεσις φύσεως, ἄτιμον ποιουμένη τὸν κατὰ φύσιν ὁμότιμον, νόμον ἐπίκουρον ἔχουσα τὴν τυραννοῦσαν τὸ τῆς εἰκόνος ἀξίωμα τῶν δεσποζόντων διάθεσιν· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστός, διὰ τῶν ὑπὲρ φύσιν καὶ νόμον τὴν τῆς ἀνάρχου βασιλείας δημιουργῶν ἐν Πνεύματι μόρφωσιν, ἥν, ὡς ἀποδέδεικται, πέφυκε χαρακτηρίζειν καρδίας ταπείνωσις καὶ πραότης, ὧν ἡ σύνοδος τέλειον τὸν κατὰ Χριστὸν κτιζόμενον ἀποδείκνυσιν ἄνθρωπον· πᾶς γὰρ ταπεινόφρων πάντως καὶ πρᾶος, καὶ πᾶς πρᾶος πάντως καὶ ταπεινόφρων, ταπεινόφρων μέν, ὡς γνοὺς ἑαυτὸν ἔχοντα τὸ εἶναι δεδανεισμένον, πρᾶος δέ, ὡς διαγνοὺς τῶν δοθεισῶν αὐτῷ κατὰ φύσιν δυνάμεων τὴν χρῆσιν, καὶ τῷ μὲν λόγῳ πρὸς ἀρετῆς γένεσιν τούτων διδοὺς τὴν ὑπηρεσίαν, τῆς αἰσθήσεως δὲ τελείως τὴν τούτων συστέλλων ἐνέργειαν, καὶ διὰ τοῦτο κατὰ μὲν τὸν νοῦν πρὸς τὸν θεὸν ἀεικίνητος ὤν, κατὰ δὲ τὴν αἴσθησιν οὐδὲ πάντων ὁμοῦ τῶν πρὸς σῶμα λυπηρῶν πεῖραν λαμβάνων, παντελῶς κινούμενος ἢ λύπης ἴχνος ἐντυπῶν τῇ ψυχῇ πρὸς παραλλαγὴν τῆς ἐν αὐτῇ χαρτῆς διαθέσεως· οὐ γὰρ ἡγεῖται στέρησιν ἡδονῆς ὑπάρχειν τὸ κατ᾽ αἴσθησιν ἀλγεινόν· ἡδονὴν γὰρ μίαν ἐπίσταται τὴν τῆς ψυχῆς πρὸς τὸν λόγον συμβίωσιν, ἧς ἡ στέρησις κόλασίς ἐστιν ἀτελεύτητος, πάντας φυσικῶς περιγράφουσα τοὺς αἰῶνας, καὶ διὰ τοῦτο τό τε σῶμα καὶ πάντα τὰ τοῦ σώματος ἀφείς, πρὸς τὴν θείαν φέρεται συντόνως συμβίωσιν, μίαν ζημίαν ἡγούμενος, κἂν πάντων δεσπόζῃ τῶν ἐπὶ γῆς, τὴν τῆς προσδοκωμένης κατὰ χάριν θεώσεως ἀποτυχίαν.