Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι;» Ὁ γὰρ τὸν Χριστὸν ἐνδυσάμενος, μηκέτι ταῦτα περιεργαζέσθω, φησίν. «Ἡ πεισμονὴ, οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.» Οὐ διὰ τοῦτο ἐκάλεσεν ὑμᾶς ὁ καλῶν, ὥστε οὕτω σαλεύεσθαι· οὔτε ἐνομοθέτησεν, ὥστε Ἰουδαΐζειν. «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.» Ἵνα μή τις λέγῃ, Τί τὸ πρᾶγμα ἐπαίρεις τῷ λόγῳ; μίαν ἐντολὴν μόνην ἐφυλάξαμεν τοῦ νόμου, καὶ τοσαῦτα θορυβεῖς; ἄκουσον πῶς ἐκφοβεῖ διὰ τοῦ παραδείγματος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ ἡ ζύμη μικρά τις οὖσα ὅλον τὸ φύραμα εἰς ἑαυτὴν μετατίθησιν, οὕτω καὶ ὑμᾶς δύναται, φησὶν, τὸ μικρὸν τοῦτο κακὸν μὴ διορθωθὲν, καὶ εἰς τέλειον Ἰουδαϊσμὸν ἀγαγεῖν. «Ἐγὼ δὲ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε.» Οὐκ εἶπεν, ὅτι Οὐ φρονεῖτε, ἀλλ᾽ ὅτι Οὐ φρονήσετε· τουτέστιν, ὅτι Διορθωθήσεσθε. «Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ.» Εὖ τὸ μηδαμοῦ ὄνομα τῶν ταρασσόντων θεῖναι, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. «Ἐγὼ δὲ, ἀδελφοὶ, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι;» Ἐπειδὴ διέβαλλον αὐτὸν ὡς πανταχοῦ Ἰουδαΐζοντα, καὶ ὑποκρινόμενον τὸ κήρυγμα, ὅρα πῶς καθαρῶ ὃ ἀπεδύσατο, μάρτυρας αὐτοὺς καλῶν. Οἴδατε, φησὶν, καὶ ὑμεῖς, ὅτι διωγμοῦ μοι πρόφασις τοῦτό ἐστιν, ὅτι κελεύω ἀπέχεσθαι τοῦ νόμου. Εἰ δὲ περιτομὴν κηρύσσω, τί διώκομαι;