Καὶ ἔσται σου τὸ εὐπρόσωπον οἱ ἄρχοντες Φαραώ, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσιν». «Εἰπὲ οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμί, καὶ εὖ μοι γένηται, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου». Γίνονται οὖν τὰ τοῦ δικαίου ῥήματα πράγματα. Ἀφαιρεῖται ἐκ χειρῶν τοῦ δικαίου ἡ γυνή, ἀπάγεται εἰς τὸν Φαραὼ ὑπὸ τῶν ἀρχόντων αὐτοῦ. «Εὖ δὲ ἐχρήσαντο τῷ δικαίῳ δῆθεν ὡς ἀδελφὸν αὐτῆς, πρόβατά τε καὶ βόας καὶ καμήλους, καὶ παῖδας καὶ παιδίσκας πρὸς θεραπείαν δωρούμενοι». Ὁ δὲ οἶκος Φαραὼ μικροῦ δεῖν κατεστρέφετο. «Ἔτασε γὰρ ὁ Θεός», φησί, «ἐτασμοῖς μεγάλοις, διὰ Σάραν τὴν γυναῖκα Ἄβραμ», γνωρίσας αὐτῷ δηλαδὴ ὅτι οὐκ ἀδελφή, ἀλλὰ γυνή ἐστι τοῦ δικαίου. Πρὸς Φαραὼ γὰρ καὶ Ἀβιμέλεχ καὶ πρὸς τοὺς λοιποὺς βασιλεῖς ἔλεγεν ὁ Θεὸς περὶ Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Ἰωσήφ· «Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε». Ὁ δὲ Φαραὼ μεταστειλάμενος τὸν δίκαιον· «Τί τοῦτο πεποίηκάς μοι», φησί, «εἰπὼν ὅτι ἀδελφή σού ἐστιν, καὶ ἰδοὺ ἡ γυνή σου ἀνέπαφος· λαβὼν ταύτην ἀπότρεχε». «Ἀνέβη δὲ ἐξ Αἰγύπτου μετὰ Σάρας τῆς γυναικὸς αὐτοῦ καὶ Λὼτ» τοῦ ἀδελφιδοῦς αὐτοῦ, μετὰ πλούτου πολλοῦ καὶ κτηνῶν πολλῶν εἰς τὴν ἔρημον, ὅπου ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον. «Καὶ ἡ γῆ αὐτοὺς οὐκ ἐχώρει», διὰ τὸ ἐν αὐτῇ καὶ τοὺς Χαναναίους οἰκεῖν. «Γίνεται οὖν μάχη μεταξὺ τῶν ποιμένων Ἄβραμ καὶ τοῦ Λώτ.