ΚΒʹ. Ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα, τοῖς μὲν πολλοῖς παρορώμενον, ἐμοὶ δὲ, καὶ λίαν ἐξεταζόμενον. Τίνι γὰρ τὸ ὑπὲρ ἡμῶν αἷμα, καὶ περὶ τίνος ἐχέθη, τὸ μέγα καὶ περιβόητον τοῦ Θεοῦ, καὶ ἀρχιερέως, καὶ θύματος; Κατειχόμεθα μὲν γὰρ ὑπὸ τοῦ πονηροῦ, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, καὶ ἀντιλαβόντες τῆς κακίας τὴν ἡδονήν. Εἰ δὲ τὸ λύτρον οὐκ ἄλλου τινὸς, ἢ τοῦ κατέχοντος γίνεται, ζητῶ τίνι τοῦτο εἰσηνέχθη, καὶ δι᾽ ἥντινα τὴν αἰτίαν; Εἰ μὲν τῷ πονηρῷ, φεῦ τῆς ὕβρεως· εἰ μὴ παρὰ τοῦ Θεοῦ μόνον, ἀλλὰ καὶ τὸν Θεὸν αὐτὸν λύτρον ὁ λῃστὴς λαμβάνει, καὶ μισθὸν οὕτως ὑπερφυῆ τῆς ἑαυτοῦ τυραννίδος, δι᾽ ὃν καὶ ἡμῶν φείδεσθαι δίκαιον ἦν· εἰ δὲ τῷ Πατρὶ, πρῶτον μὲν πῶς; Οὐχ ὑπ᾽ ἐκείνου γὰρ ἐκρατούμεθα. Δεύτερον δὲ, τίς ὁ λόγος, Μονογενοῦς αἷμα τέρπειν Πατέρα, ὃς οὐδὲ τὸν Ἰσαὰκ ἐδέξατο παρὰ τοῦ πατρὸς προσφερόμενον, ἀλλ᾽ ἀντηλλάξατο τὴν θυσίαν, κριὸν ἀντιδοὺς τοῦ λογικοῦ θύματος; Ἢ δῆλον, ὅτι λαμβάνει μὲν ὁ Πατὴρ, οὐκ αἰτήσας, οὐδὲ δεηθεὶς, ἀλλὰ διὰ τὴν οἰκονομίαν, καὶ τὸ χρῆναι ἁγιασθῆναι τῷ ἀνθρωπίνῳ τοῦ Θεοῦ τὸν ἄνθρωπον· ἵν᾽ αὐτὸς ἡμᾶς ἐξέληται, τοῦ τυράννου βίᾳ κρατήσας, καὶ πρὸς ἑαυτὸν ἐπαναγάγῃ διὰ τοῦ Υἱοῦ μεσιτεύσαντος, καὶ εἰς τιμὴν τοῦ Πατρὸς τοῦτο οἰκονομήσαντος, ᾧ τὰ πάντα παραχωρῶν φαίνεται. Τὰ μὲν δὴ Χριστοῦ τοιαῦτα, καὶ τὰ πλείω σιγῇ σεβέσθω.