Εἰ δ’ ἔτι μικρὰ φρονεῖς, καὶ περὶ γῆν εἰλυσπώμενος, οὐδὲν μέγα καὶ νεανικὸν ἐννοῆσαι βούλει, παρεὶς τὸν θεοφιλῆ Μωσέα, εὐξάμενον ἐκ τῆς θείας βίβλου ἐξαλειφθῆναι, εἰ οἱ ὑπ’ αὐτῷ τελοῦντες πανωλεθρίᾳ παραδοθεῖεν (μεῖζον γάρ ἐστι τὸ τοῦ Ἀποστόλου· ὁ μὲν γὰρ συναπολέσθαι, ὁ δ’ ἀπολέσθαι, ἵνα ἄλλοι σωθῶσιν, ηὔξατο)· ἀπὸ γυναικὸς γενναίας, ὡς ἄν τις μικρὸν μεγάλῳ εἰκάσειε, τοῦτ’ ἀποδεῖξαι πειράσομαι· Ἡ Ῥεβέκκα, ἀποστολικήν, ὡς ἄν τις εἴποι, ἔχουσα μεγαλοψυχίαν, εἵλετο κατάραν ὑποστῆναι, ἵν’ ὁ παῖς εὐλογίαν κληρονομήσῃ· καὶ τῶν μὲν ἀγαθῶν ἐκείνῳ παρεχώρει· οὐ γὰρ δὴ μετ’ ἐκείνου εὐλογεῖσθαι ἤμελλε· τὰ δὲ κακὰ αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν. Καὶ οὕτω προθύμως παρεσκεύαζε τὸ δρᾶμα, ὡς καὶ τῇ μελλήσει δυσχεραίνειν, καὶ τῇ ταχυτῆτι χαίρειν, καὶ κατεπείγειν τὸν παῖδα· καὶ ταῦτα, κινδύνου μεγίστου παρεστῶτος. Ἀφεῖσα γὰρ εἰπεῖν, ὅτι Ὁ πατήρ σου εἰς γῆρας βαθὺ ἐλήλακε, καὶ τὸ τρανὸν τῆς αἰσθήσεως ἀφῃρέθη, καὶ οὐ φωράσει τὸν δόλον· ταῦτα πάντα συντεμοῦσα, ἔφη τῷ παιδὶ ἀναδυομένῳ καὶ δεδοικότι· «Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον.» Μόνον μὴ διαφθείρῃς τὸ κατασκευασθὲν παρ’ ἐμοῦ δρᾶμα, μηδ’ ἀπολέσῃς ὀξύτατον ὂν τὸ θήραμα, μηδὲ προδῷς τὸν θησαυρόν.