Ἄπεισι δὲ εἰς Θαρσεῖς ἀνθ᾽ ὅτου, καὶ ὅ, τι διεσκεμμένος, οὐκ ἔχω νοεῖν. εἰ μὴ ἄρα τις ἐκεῖνο καθ᾽ ἑαυτὸν ἐννοήσειεν, ὅτι μικρά τις καὶ ἐν αὐτῷ, καθὰ καὶ ἐν τοῖς ἀρχαιοτέροις ἁγίοις ἡ περὶ Θεοῦ διάληψις ἦν· ᾤοντο γάρ τινες, μόνης τῆς Ἰουδαίων χώρας ἀνῆφθαι τὸ κράτος τὸν τῶν ὅλων Θεὸν, συστέλλεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καὶ γῆς ἀπανίστασθαι τῆς ἑτέρας. καὶ γοῦν ὁ θεσπέσιος Ἰακὼβ ἀπεφοίτα μὲν κατὰ καιροὺς τῆς πατρῴας ἑστίας, ἠπείγετο δὲ πρὸς Λάβαν, καὶ εἰς τὴν μέσην τῶν ποταμῶν. εἶτα κατηυλίζετο μὲν ἐν χώρᾳ τινὶ, λίθον δὲ ὑποθεὶς τῇ κεφαλῇ κατὰ τὸ εἰωθὸς ἐκάθευδεν. εἶτα τὴν κλίμακα τεθέαται τὴν ἐκ γῆς διήκουσαν εἰς οὐρανὸν, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντάς τε καὶ καταβαίνοντας δι᾽ αὐτῆς, ἐπεστηριγμένον δὲ ἐν αὐτῇ τὸν Κύριον. ἔφασκέ τε διαναστάς “Ὅτι ἔστι Θεὸς ἐν τῷ τόπῳ τούτῳ, ”ἐγὼ δὲ οὐκ ᾔδειν.” οἶμαι δὴ οὖν, ὅτι τοιοῦτόν τι καθ᾽ ἑαυτὸν ἐννενοηκὼς καὶ ὁ μακάριος Προφήτης, τῆς μὲν Ἰουδαίας ἀπενοσφίζετο, ἀπεχώρει δὲ εἰς πόλεις τὰς Ἑλληνικάς. τοῦ δὲ κατοκνῆσαι τὴν πρόφασιν, καὶ μὴ προθύμως ἑλέσθαι πληροῦν τὴν διακονίαν, ἐξ αὐτῶν εἰσόμεθα τῶν αὐτοῦ λόγων. διεκήρυξε μὲν γὰρ ὕστερον ἀπελθών· ἐπειδὴ δὲ οὐκ ἐκβέβηκεν αὐτῷ τὰ τῆς προφητείας εἰς πέρας, λελύπηται σφόδρα, καὶ δὴ καὶ ἔφασκεν “Ὦ Κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ”ὄντος μου ἐν τῇ γῇ μου;