Ἐπειδὴ γὰρ ἐδίδαξεν ἀνωτέρω ἡ θεία Γραφὴ, ὅτι διὰ τοῦτο συνεβούλευσε Ῥουβὴν εἰς τὸν λάκκον τὸν αὐτοῦ ἀδελφὸν ἐμβληθῆναι, ὥστε καὶ τῶν χειρῶν αὐτὸν ἐξελέσθαι τῶν φονικῶν, καὶ ἀποδοῦναι τῷ πατρί· νῦν, φησὶν, ἰδὼν, ὅτι διήμαρτε τοῦ σκοποῦ, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Ποίαν, φησὶν, ἕξομεν ἀπολογίαν, καὶ μάλιστα ὁ δοκῶν ὑμῶν πρωτεύειν ἐγώ; Ἐνόμιζε γὰρ αὐτὸν ἀνῃρῆσθαι. Ἀλλ᾽ ἐπειδὴ τὸ σπουδαζόμενον αὐτοῖς ἐγεγόνει, καὶ τὸν μισούμενον εἰς τὴν ἀλλοτρίαν ἐξέπεμψαν γῆν, καὶ τὸν φθόνον τὸν οἰκεῖον οὕτως ἠδυνήθησαν παραμυθήσασθαι, λοιπὸν πᾶσαν μηχανὴν ἐπιδείκνυνται, ὥστε παρακρούσασθαι τὸν πατέρα, καὶ μὴ κατάδηλον αὐτῷ γενέσθαι τὴν κακὴν συμφωνίαν. Καὶ σφάξαντες, φησὶν, ἔριφον αἰγῶν, καὶ μολύναντες τὸν χιτῶνα τῷ αἵματι, εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, καὶ εἶπον. Ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν, ἢ οὔ. Τί ἀπατᾶτε ἑαυτοὺς, ὦ ἀνόητοι; Κἂν γὰρ τὸν πατέρα δυνηθῆτε παρακρούσασθαι, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ λήσεσθε, ὃν μάλιστα πάντων δεδοικέναι ἐχρῆν.