Οὗτος ὁ δοῦλος καταφρονεῖ μου, αὕτη ἡ οἰκέτις ἐμπαίζει μοι, οὗτος ὁ πλησίον οὐ παύεται λοιδορῶν με καὶ ἐν ἐκκλησίαις, καὶ ἐπὶ φίλων, καὶ ἐν ταῖς ἀγοραῖς· ποίησον τὴν ἐκδίκησίν μου· οὐ καθίσω ἔτι μετὰ σοῦ ἐπὶ τραπέζης, οὐκ ἐσθίω ἄρτον ἐπὶ σοῦ· οὐ καθευδήσω τοῦ λοιποῦ μετὰ σοῦ· ὅτι ἐμοὶ τῇ γυναικί σου οὐκ ἐρυθριᾷ ὁ δεῖνα καὶ ἡ δεῖνα, ἀλλ᾽ ὡς πηλόν με λογίζονται. Καὶ εἰ στοχαζόμενος ταῦτα ὑμῖν λέγω, βλέπε μοι τὴν Αἰγυπτίαν, τὴν καταπλέξασαν τὸν Ἰωσὴφ, καὶ τὸν ἄνδρα αὐτῆς εἰς θυμὸν καὶ μάχην ἐγείρασαν· τελευταῖον δὲ καὶ θανατῶσαι ἠπείλει τὸν δίκαιον, εἰ μὴ ὁ ἀκοίμητος ὀφθαλμὸς προέφθασε, καὶ ἐξείλετο αὐτὸν ἐκ τοῦ πικροῦ θανάτου. Ἴδε μοι καὶ τὴν Ἡρωδιάδα τὴν τὸν Βαπτιστὴν ἀποκτείνασαν. Φησὶ γὰρ ὁ Πρόδρομος, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου, πρὸς τὸν Ἡρώδην· καὶ αὕτη δεσμεύσασα τὸν ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐν τῷ συμποσίῳ μέσον τῶν ἀνακειμένων φίλων, τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμε· καὶ ὃ μὴ ἴσχυσεν ἡ Ἡρωδιὰς ποιῆσαι ζῶντος τοῦ ἀνδρὸς αὐτῆς, ταύτην τὴν παρανομίαν ἐτέλεσε μετὰ θάνατον. Τί δὲ καὶ ἡ Δαλιδάς; οὐχὶ τὸν ὡραιότατον καὶ δυνατώτατον Σαμψὼν διὰ μοιχείας ξυρίσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε καὶ ἐθανάτωσεν; Ἰδοὺ τρεῖς μάρτυρας ἀξιοπίστους παρήγαγον· οὐχὶ τούτους μόνον ἐν τῇ Γραφῇ ἐγκειμένους.