Καὶ ἐπιδαψιλευόμενος τῇ τιμῇ, δίδωσιν αὐτῷ καὶ τὴν θυγατέρα Πετεφρῆ εἰς γυναῖκα. Εἶτα ἐπειδὴ ὁμώνυμος ἦν οὗτος τῷ γενομένῳ αὐτοῦ δεσπότῃ, φησὶ, Τοῦ ἱερέως Ἡλιουπόλεως. Καὶ ἵνα μάθωμεν λοιπὸν οἵαν ἄγων τὴν ἡλικίαν ὁ θαυμάσιος οὗτος τοσαύτης ἠξιοῦτο τῆς ἀμοιβῆς καὶ τοσούτους ἐπεδείξατο τοὺς ἄθλους, φησίν· Ἰωσὴφ δὲ ἦν τριάκοντα ἐτῶν, ὅτε ἔστη ἐναντίον Φαραώ. Μὴ ἁπλῶς νομίσωμεν τῶν ἐτῶν τὸν χρόνον ἐγκεῖσθαι, ἀλλ᾽ ἵνα μάθωμεν, ὅτι οὐκ ἔστιν οὐδενὶ ἀμελοῦντι τῆς ἀρετῆς ἀπολογία, οὐδὲ ἔξεστί τινι προβαλέσθαι νεότητα, ἔνθα ἀρετὴν ἐπιδείξασθαι δεῖ. Ἰδοὺ γὰρ οὗτος οὐ μόνον νέος ἦν, ἀλλὰ καὶ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει. Ἔστι γὰρ καὶ νέον ὄντα μὴ κεκτῆσθαι τὴν τοῦ σώματος εὐμορφίαν. Οὗτος δὲ μετὰ τῆς νεότητος καὶ καλὸς ἦν τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει, καὶ σχεδὸν ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τυγχάνων, δοῦλος καὶ αἰχμάλωτος ἐγένετο. Δεκαεπτὰ ἐτῶν γὰρ ἦν, φησὶν, ἡνίκα κατήχθη εἰς Αἴγυπτον. Εἶτα ἐν αὐτῇ τῇ καμίνῳ τῆς νεότητος γεγενημένῳ ἐπιτίθεται ἡ ἀκόλαστος Αἰγυπτία, ἡ δέσποινα αὐτοῦ γεγενημένη, καὶ οὐδὲ οὕτω περιεγένετο τῆς ἀνδρείας τοῦ δικαίου· εἶτα τὸ δεσμωτήριον, καὶ ἡ ἐπὶ τοσοῦτον χρόνον ἐκεῖ ταλαιπωρία· καὶ ἔμενε καθάπερ ἀδάμας, οὐ μόνον οὐ γινόμενος ἀσθενέστερος, ἀλλὰ καὶ πλείονα ἰσχὺν προσλαμβάνων.