Ἀδὰμ γὰρ γεννᾷ κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ τὸν Σήθ. ἵνα 〈γὰρ〉 μή τις νομίσῃ τὸν πεπλασμένον ἄλλον καὶ τοὺς γεγεννημένους ἄλλους, διὰ τοῦτό φησιν ἡ γραφή «κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ». Σὴθ δὲ γεννᾷ τὸν Ἐνώς, Ἐνὼς τὸν Καϊνάν, Καϊνὰν τὸν Μαλελεήλ, Μαλελεὴλ τὸν Ἰάρετ καὶ Ἰάρετ τὸν Ἐνώχ, Ἐνὼχ τὸν Μαθουσάλα, Μαθουσάλα τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, καὶ γέγονε κατακλυσμός, οὐκ ἀλληγορίᾳ ἀλλ᾽ ἀληθείᾳ, καὶ ἀπώλετο πᾶσα ψυχή, ἔμειναν δὲ «ὀκτὼ ψυχαὶ» ἀνθρώπων. ψυχὰς πάλιν ἐὰν ἀκούσῃς, μὴ νομίσῃς πλάσματα μὴ ἔχειν. ἀπὸ γὰρ τοῦ ἑνὸς εἴδους ὁ ἄνθρωπος ὅλος καλεῖται. «κατέβη», γάρ φησιν ἡ γραφή, «Ἰακὼβ εἰς Αἴγυπτον ἐν ψυχαῖς ἑβδομήκοντα πέντε», οὐχ ὅτι αἱ ψυχαὶ εἵποντο ἄνευ σωμάτων, ἀλλὰ σὺν σώμασι· ὅλον 〈οὖν〉 τὸν ἄνθρωπον ψυχὰς κέκληκεν. καί «ἦμεν ἐν τῷ πλοίῳ ὡς ὀγδοήκοντα ψυχαί», φησὶν ὁ Λουκᾶς, ὁ συγγραψάμενος τὰς πράξεις τῶν ἀποστόλων. καὶ ἡ συνήθεια τοὺς δούλους σώματα εἴωθε καλεῖν. δεσπότης ἐστί, φησίν, ἑκατὸν σωμάτων· ἀλλὰ καὶ ψυχὰς ἐχόντων. ἐπειδὴ δὲ ἡ δεσποτεία τῶν ἀνθρώπων σωμάτων κυριεύει ἀλλ᾽ οὐ ψυχῶν, διὰ τοῦτο τοὺς δούλους εὐλόγως σώματα ἐκάλεσαν σὺν ψυχαῖς, ἵνα δείξῃ τὴν χρῆσιν τῶν σωμάτων. ἐξῆλθε δὲ Νῶε ἐκ τῆς κιβωτοῦ γεννήσας τὸν Σὴμ τὸν Χὰμ τὸν Ἰάφεθ.