Φέρε δὴ καὶ τοῖς ἀκολούθως εἰρημένοις ἐπεξέλθωμεν. Ἐπειδὴ γὰρ ἤρξατο ὁ κατακλυσμὸς, φησὶν, Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ εἰς τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν ἑρπετῶν δύο δύο. Ἀπὸ πάντων εἰσῆλθε πρὸς Νῶε εἰς τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ, καθ᾽ ἃ ἐνετείλατο Κύριος τῷ Νῶε. Οὐχ ἁπλῶς προσέθηκε τὸ, Καθ᾽ ἃ ἐνετείλατο Κύριος τῷ Νῶε, ἀλλ᾽ ἵνα πάλιν αὐξήσῃ τοῦ δικαίου τὸν ἔπαινον, καὶ ὅτι πάντα οὕτως ἐπλήρωσε, καθάπερ διετάξατο ὁ Δεσπότης, καὶ οὐδὲν παρέλιπε τῶν παρ᾽ αὐτοῦ εἰρημένων αὐτῷ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας, καθάπερ ὑπέσχετο, φησὶν, ὁ Δεσπότης, καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς, ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνὸς, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐ μόνον τὸν ἐνιαυτὸν ἡμᾶς ἐδίδαξε, καθ᾽ ὃν ὁ κατακλυσμὸς γέγονεν, ἀλλὰ καὶ τὸν μῆνα κατάδηλον ἐποίησε καὶ τὴν ἡμέραν. Εἶτα ἵνα τῇ διηγήσει τοὺς μετὰ ταῦτα σωφρονεστέρους ἐργάσηται, καὶ τὸν φόβον αὐξήσῃ τῶν γεγενημένων, φησίν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.