Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει, ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδ᾽ ἡ πρώτη χωρὶς αἵματος» Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενέστερον διακειμένων, ἀπὸ τοῦ τετελευτηκέναι τὸν Κύριον, μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. Ὁ τοίνυν Ἀπόστολός φησι· Διὰ τοῦτο μὲν οὖν χρὴ θαῤῥεῖν, ὅτι οὐ ζώντων τῶν διατιθεμένων, ἀλλ᾽ ἀποθνησκόντων τότε βέβαιαί εἰσιν αἱ διαθῆκαι, καὶ τὴν ἰσχὺν λαμβάνουσιν. Ὁ δὲ νοῦς οὗτος· Ἐπηγγείλατο, φησὶν, ὁ Θεός· εἶτα ἁμαρτάνοντες οἱ ἄνθρωποι, οὐ μόνον ἦσαν ἀνάξιοι τὴν ἐπαγγελίαν ἀναλαβεῖν, ἀλλὰ καὶ θανάτῳ γεγόνασιν ἔνοχοι. Διὰ τοῦτο ὁ Χριστὸς ἐλθὼν ἀνεδέξατο τὰς ἁμαρτίας, καὶ ἀπέθανεν, ἵνα καθαρισθέντες, ἄξιοι γένωνται τὰς ἐπαγγελίας λαβεῖν. «Ἐγκεκαίνισται. Λαληθείσης γὰρ πάσης ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων καὶ τράγων, μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου,» Τουτέστι, βεβαία γέγονε, καὶ ἐκυρώθη. «Καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον, καὶ πάντα τὸν λαὸν ἐῤῥάντισε, λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε.» Σύμβολον τοῦ πνεύματος. Θερμὴ γὰρ ἡ ὕσσωπος· ἔστι γὰρ καὶ τὸ ὕδωρ σημαῖνον τὴν διὰ τοῦ βαπτίσματος κάθαρσιν· καὶ τὸ ἔριον δὲ, ὥστε κατέχεσθαι τὸ αἷμα. «