Καρδίαν δὲ, τὴν ἱερὰν καὶ ἀπόλεκτον φυλὴν, τουτέστι τὴν Λευϊτικὴν, ὡς τῷ νόμῳ σεσοφισμένην, καὶ τοῦ παντὸς σώματος ἔχουσαν τὴν φροντίδα. «Χείλη γὰρ ἱερέως,» φησὶν, «φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.» Πόδας δὲ εἶναί φησι τοὺς ἐν ἐσχάτοις, καὶ οἷον κατωτάτω λαχόντας τάξιν ἐν τοῖς λαοῖς. Οὐκοῦν ἐπειδήπερ δύσοιστον μὲν ἤδη ταλαιπωρίαν ἡ τῶν Ἰουδαίων ὑπομεμένηκε γῆ, καταδῃούντων αὐτὴν, ὅτε μὲν Βαβυλωνίων, ὅτε δὲ τῶν προσοίκων ἐθνῶν, ἔμελλε καταπίμπρασθαι ταῖς Ῥωμαίων χερσὶν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, καὶ ἀνατραπήσεσθαι μὲν ἡ παρ᾽ αὐτοῖς βασιλεία, κεκρατήκασι γὰρ αὐτῶν ἀλλογενεῖς, ἀπρακτήσειν δὲ παρ᾽ αὐτοῖς, καὶ τὰ τῆς ἱερωσύνης ἔργα, θυσιῶν ἀνατετραμμένων, καθῃρημένου τοῦ ναοῦ, θυσιαστηρίων οὐκ ὄντων, οὔτε ἱερατείας, οὔτε δήλων, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ταύτῃ τοί φησι, Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; ἐπενήνεκται, φησὶν, ὑμῖν πᾶν εἶδος ὀργῆς, καὶ αἰκία παρὰ Θεοῦ, σκληρὰς καὶ ἀλλεπαλλήλους ἐξῄτησθε δίκας, ἀλλ᾽ οὐδὲν ἧττον ἐστὲ καταφρονηταὶ καὶ ἀνομίας σύντροφοι. Τί οὖν ἔτι πληγῆτε; ποῖον ὑμῖν αἰκίας ἀρκέσει μέτρον εἰς ἐπανόρθωσιν; τί δὲ ὅλως ἐπενεχθήσεται τῶν δεινῶν, ὃ μή πως συμβέβηκεν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην ἀπὸ ποδῶν ἕως κεφαλῆς.