Ἐὰν ἐπιστραφῇς, καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, καὶ πόῤῥω ποιήσῃς ἀπὸ διαίτης σου τὸ ἄδικον, ἔσται σοι ὁ Παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν· καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον, καὶ ἐπὶ τοῖς ὁδοῖς σου ἔσται σοι φέγγος, ὅτι ἐταπείνωσας σεαυτόν.» «Ἐὰν ἐπιστραφῶσιν ἐξ ἀδικίας, καὶ ἀκούσωσι, καὶ δουλεύσωσι, συντελέσουσιν ἐν ἀγαθοῖς τὰς ἡμέρας αὐτῶν.» «Ἐκκαλύπτει τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἀνὴρ ἐν συνεδρίῳ.» «Δεῦτε, καὶ ἐπιστρέψωμεν πρὸς Κύριον Θεὸν ἡμῶν, ὅτι αὐτὸς πέπαικεν, καὶ ἰάσεται ἡμᾶς· ὁ πλήξας, καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, καὶ ἐν τρίτῃ ἡμέρᾳ ἀναστησόμεθα, καὶ ζησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα, καὶ διώξομεν τοῦ γνῶναι αὐτόν.» «Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν ἐν νηστείᾳ, καὶ ἐν κλαυθμῷ, καὶ ἐν κοπετῷ. Καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, ὅτι ἐλεήμων καὶ οἰκτίρμων ἐστὶν, μακρόθυμος καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ τῆς κακίας.» «Ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ.» «Λούσασθε, καὶ καθαροὶ γένεσθε· ἀφέλετε πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.