Ταῦτα γὰρ ἔδρων ἐφιέντος Θεοῦ, Πέρσαι τε καὶ Μῆδοι, Μωαβῖται, καὶ Ἰδουμαῖοι, καὶ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ, ὡς ἔφην, καὶ εἰς αὐτὸν ἠσέβησαν τὸν Χριστὸν, οὐκ ἐν μείοσι τῶν ἀρχαιοτέρων γεγόνασι κακῶν. Περιπεπτώκασι γὰρ ταῖς Ῥωμαίων στρατιαῖς, οἳ καὶ πᾶσαν ἄρδην ὠλόθρευσαν Ἰουδαίαν, ἐπαμύνοντος οὐδενὸς, ἤγουν ἐξελέσθαι δυναμένου, καὶ τῆς οὕτω πικρᾶς ἐξελέσθαι συμφορᾶς. Ταύτῃ τοί φησιν, ὅτι «Καταισχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις αὐτῶν, ἃ ἐπεθύμησαν.» Ἄλση μὲν γὰρ καὶ δρυμοὺς καταλαμβάνοντες, εἶτα τοῖς εὐμηκεστέροις τῶν φυτῶν εἴδωλα περιιδρύσαντες, ἐγείροντές τε βωμοὺς, σωτῆρας ἐπεκάλουν, τοὺς ψευδωνύμους θεοὺς, καὶ ἐπ᾽ αὐτοῖς τοῖς ἔργοις τῶν ἰδίων χειρῶν πᾶσαν ἔθεντο τὴν ἐλπίδα, τὴν τοῦ δύνασθαι κατευμεγεθεῖν ἐχθρῶν, καὶ καταγωνίζεσθαι ῥᾳδίως τοὺς ἀνθεστηκότας. Ἐπειδὴ δὲ οἱ μὲν πολέμιοι παρῆσαν, καὶ δεδράκασι τὰ ἐχθρῶν, ἀπομεμένηκε δὲ παρὰ τῶν ἰδίων θεῶν ἀνεπικούρητος Ἰσραὴλ, κατῃσχύνθησαν ἐπὶ τοῖς εἰδώλοις αὐτῶν. Τεθέανται γὰρ αὐτοὺς καὶ πρό γε τῶν ἄλλων ἐμπιπραμένους ὁμοῦ τοῖς κήποις, ἤγουν τοῖς ἄλσεσι, καὶ αὐτοῖς τεμένεσι καὶ βωμοῖς.