Ἆρ᾽ οὖν ἐπαινέσαι τις τὴν ἀξίνην, ὡς τοῦτο δρᾷν δυναμένην, δίχα τοῦ κόπτοντος ἐν αὐτῇ; Ἐνεργήσει δὲ τί καθ᾽ ἑαυτὸν ὁ πρίων, εἰ μή τις ἕλκοιτό τε αὐτὸν, καὶ κατωθήσειε πάλιν; Εἰ δὲ δή τις καθ᾽ ὁτιοῦν ἢ ῥάβδον, ἢ ξύλον· ἆρ᾽ οὐχ οὕτως ἔσται πάλιν; Κείσεται μὲν γὰρ ἡ ῥάβδος εἰς γῆν, ἔῤῥιπται δὲ καὶ τὸ ξύλον, ἀλλ᾽ εἴ τις λαβὼν ἐπάγοι τισὶ, τότε δὴ πάντως εἰς ἔργον ἥξει τὰ δι᾽ αὐτῶν. Τί τοίνυν φησὶ πεφρόνηκας ὑψηλά; Τί δὲ τὴν ὀφρὺν ἀνασπᾷς; Οἴει ὅτι ἰδίᾳ δυνάμει κατώρθωκας αὐτὸς τὸ ἑλεῖν τὰς πόλεις, ἐν οὐρανοῦ τάξει παραληφθεὶς παρὰ τῆς ἐκεῖνα ποιούσης χειρὸς, δηλονότι τῆς θείας· Οὐ σὴ τοιγαροῦν ἡ δόξα· Θεοῦ δὲ μᾶλλον τοῦ καθάπερ τινὰ πέλεκυν, ἢ ῥάβδον, ἢ ξύλον τὴν σὴν ἐπάγοντος ὠμότητα τοῖς αὐτῷ προσκεκρουκόσιν. Ἔσῃ τοίνυν οὐχ οὕτω, φησὶν, ὡς ᾠήθης αὐτός. Οὔτε μὴν ἐν ταυτότητι δόξης διαμενεῖς, ἀλλ᾽ οὐδὲ ταῖς οὕτως ἁβραῖς ἐνσπαταλήσεις τιμαῖς. Οὐ τῇ ἰσχύϊ ποιήσεις, οὐδὲ τῇ σοφίᾳ τῆς συνέσεως ἀφελεῖς ὅρια ἐθνῶν. Οὐ καταλήψῃ τὴν οἰκουμένην ὡς ὠὰ καταλελειμμένα. Ἀλλ᾽ ἀποστελεῖ Κύριος Σαβαὼθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται.