Ἐπηγγέλλετο δὲ Θεὸς τὴν σωτηρίαν αὐτοῖς. Καὶ δὴ καὶ ἐξῆλθεν ἅγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οὗ δὴ γεγονότος, ἐβάλλετο μὲν ὁ Ἀσσύριος ἀφορήτῳ δείματι. Ἀκούσας δὲ ἀγγελίαν ὅτι Σαρσαθὰ βασιλεὺς Αἰθιόπων ἐξῆλθε κατὰ τῆς γῆς αὐτοῦ σὺν ὀλίγοις παντελῶς τοῖς περιλελειμμένοις, ᾤχετο φυγάς. Τοῦτο καὶ νῦν ὁ προφητικὸς ἡμῖν αἰνιγματωδῶς διερμηνεύει λόγος. Φῶς μὲν γὰρ γέγονε τῷ Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς τὸν καταφωτίζειν ἰσχύοντα διορισάμενος νόμον. Ἀλλὰ τοῦτο, φησὶ, τὸ φῶς τὸ ὑπάρξαν τῷ Ἰσραὴλ, οὐ φῶς ἔσται τοῖς Ἀσσυρίων στρατεύμασιν, ἀλλ᾽ εἰς πῦρ ὀλοθρεῦον. Ὅτι δὲ οἰκεῖον αὐτῷ καὶ ἀνατεθειμένον ἡγεῖται λαὸν ὁ τῶν ὅλων Θεὸς τοὺς ἐν τοῖς Ἱεροσολύμοις διὰ τοῦ πορὸς τοῦ ἐκκαυθέντος ἐν τοῖς Ἀσσυρίοις, διδάξει τοὺς ἁπανταχῆ. Καὶ τοῦτό ἐστι τὸ, «Ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ.» Τὸ γὰρ ἁγιάζεσθαι λεγόμενον, οὐχὶ παντὸς ἁγιασμοῦ μετέχον ἔσται, σημαίνει δὲ μᾶλλον καὶ τὸ εἰς δόξαν ἀνατεθειμένον τῷ Θεῷ. Οἷόν τί φησι πρὸς Μωσέα· «Ἁγίασόν μοι πᾶν πρωτότοκον διανοῖγον μήτραν, τὰ ἀρσενικὰ τῷ Κυρίῳ.» Καὶ τὸ, ἁγίασον, ἐν τούτοις, ἀντὶ τοῦ, ἀνάθες, φησίν. Ἁγιάσει τοίνυν, φησὶ, τὸν Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, τοῦτ᾽ ἔστιν, ἀνατεθειμένον αὐτῷ καὶ ἀπόλεκτον ἀποφανεῖ ἐν πυρὶ καιομένῳ· διὰ τοῦ πυρὸς τοῦ ἐκκεκαυμένου κατὰ τῶν Ἀσσυρίων.