Ὡς οὖν ὁ Αὔγουστος Καῖσαρ τῆς Ἰουδαίας κεκρατηκὼς ἧκεν εἰς τὴν Αἰγυπτίων, ᾤοντο μὲν οἱ ταύτης οἰκήτορες, ὅτι κἂν εἰ ἕλοιντο κατηρεμεῖν, ἀποσχέσθαι τε πολέμου καὶ ὅπλων, ἄληπτον ἐκείνῳ τὴν χώραν ἐργάσεται τὸ διεζῶσθαι λίμναις τε καὶ ποταμοῖς. Ἐπειδὴ δὲ τῷ τῶν ὅλων κρατοῦντι Θεῷ τοῖς Ῥωμαίων σκήπτροις ὑποφέρειν ἐδόκει καὶ αὐτὴν μετὰ τῶν ἄλλων τὴν Αἰγυπτίων, ἀνέμῳ νότῳ βιαιοτάτῳ τὸ τοῦ ποταμοῦ κατωθήσας ὕδωρ ἐπὶ τὴν θάλασσαν, βάσιμον ἅπασαν ἐτίθει τὴν χώραν, ὥστε τοὺς διαπεραιοῦσθαι θέλοντας λίμνας τε καὶ αὐτὰς δὲ τὰς φάραγγας, ἤτοι τὰ ἑπτὰ στόματα τοῦ ποταμοῦ, μηδ᾽, ὅσον εἰπεῖν, ἀπολῦσαι τοῦ ποδὸς τὸ ὑπόδημα. Καταλειαίνοντος τοίνυν τοῦ Θεοῦ τὴν πάροδον τῇ Ῥωμαίων στρατιᾷ, νενίκηνται τὰ Αἰγυπτίων. Τοῦτο πάλιν ἡμᾶς ὁ προφήτης διδάσκει λέγων· «Τάδε λέγει Κύριος Σαβαὼθ, Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν· ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται· καὶ ἐκλείψουσιν οἱ ποταμοὶ, καὶ αἱ διώρυγες τοῦ ποταμοῦ· καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου, καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἐν ἀνεμοφθορίᾳ.»—Ἐξερημώσει τοίνυν, φησὶ, Κύριος τὴν θάλασσαν Αἰγύπτου. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ, καὶ αὐτὰς τὰς λίμνας θαλάσσας ἀποκαλεῖν. Καὶ ἐπάξει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ.