Εἶτα ταῖς Βαβυλωνίων στρατιαῖς ὅλην ἐν κύκλῳ περισχὼν, τῆς τοῦ Θεοῦ δόξης καταπεφλυάρηκεν οὐ μετρίως· καὶ βαρβαρικῷ φρονήματι πρέπουσαν ἠφίει φωνήν· «Μὴ γὰρ ἀπατάτω, φησὶν, ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὑμᾶς ὁ Θεὸς ἐκ χειρὸς Ἀσσυρίων·» ζυγὸν δὲ δουλείας τοῖς ἄνωθεν ἐλευθέροις ἐπιῤῥῖψαι ζητῶν, μέγα τὸ κῦδος, τοῦτ᾽ ἔστι, δόξαν, ἑαυτῷ τε καὶ τῷ οἰκείῳ δεσπότῃ περιτιθεὶς, εἰς ἀδόκητον κατενήνεκται συμφοράν. «Ἀναστάντες γὰρ, φησὶ, τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά.» Ἔγνω δὲ διὰ πείρας, ὅτι τέ ἐστιν παναλκὴς ὁ τῶν ἁγίων προεστηκὼς, καὶ τοῖς θείοις αὐτοῦ νεύμασι τὸ ἀντιστατοῦν οὐδέν. <Αὔτη ἡ βουλὴ ἣν βεβούλευται Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην· καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη τῆς οἰκουμένης ὅλης. Ὃ γὰρ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει; καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;> Ἰστέον δὴ πάλιν, ὡς οὐ κατὰ πάσης τῆς οἰκουμένης, ἤτοι τῆς ὑπ᾽ οὐρανὸν, ἡ τῆς προφητείας τῆς ἔν γε τούτοις ἔρχεται δύναμις, γέγονε δὲ μᾶλλον ὁ τῆς προαγορεύσεως λόγος κατὰ πάσης τῆς Ἀσσυρίων γῆς, ἢν καὶ οἰκουμένην ἀποκαλεῖ, διάτοι τὸ εἶναι πολλὴν καὶ εὐρεῖαν, ἔθνεσί τε μυρίοις καὶ ἀριθμοῦ κρείττοσιν ἀναπεπλῆσθαι πλουσίως.