Ἢ γὰρ τοῦτο, φησὶν, ἢ ἐκεῖνό που τάχα βούλεται δηλοῦν, ὅτι οἱ πάλαι κρατήσαντες καὶ ἀποκομίσαντες μὲν τὸν Ἰσραὴλ τῆς Ἰουδαίας, ὑποθέντες δὲ τοῖς ἰδίοις ζυγοῖς, κυριευθήσονται καὶ αἰχμαλωτευθήσονται, Κύρου δηλονότι, Περσῶν τε καὶ Μήδων αὐτοὺς ᾑρηκότων. Ἐν γὰρ τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ᾽ ἔστι, κατ᾽ ἐκεῖνο καιροῦ, ἀνεθήσῃ μὲν ἐκ τῆς ὀδύνης καὶ τοῦ θυμοῦ σου· τοῦτ᾽ ἔστιν ἐκ τῆς ὀργῆς τῆς ἐπηρτημένης σοι, θείας δηλονότι· διαφεύξῃ γὰρ τὴν πικρὰν δουλείαν, καὶ ἀνεθήσῃ τῶν πόνων. Ἀλλὰ φέρε δὴ πάλιν, μεταπλάττοντες ὡς ἔνι τῆς ἱστορίας τὸ πάχος, εἰς θεωρίαν πνευματικὴν τοιοῦτόν τι γεγονὸς καταθρήσομεν. Ἦσαν μὲν γὰρ αἰχμάλωτοι ταῖς τῶν εἰδώλων λατρείαις προσκείμενοι, καὶ τὰ αὐτοῦ τοῦ πλεονεκτήσαντος σέβοντες κράτη. Ἀλλ᾽ ἠλέησεν ὡς ἠδικημένους ὁ πάντων Δημιουργὸς, πέπομφεν ἡμῖν ἐξ οὐρανοῦ λυτρωτὴν τὸν ἴδιον Υἱὸν, ἐν ὀνόματι Κυρίου, τοῦτ᾽ ἔστιν, οὐχ ὡς ἕνα τῶν ἁγίων προφητῶν, ἀλλ᾽ ἐν κυριότητος δόξῃ· ὃς καὶ πεπόρθηκεν οἷά τινα πόλιν ἀλαζόνα καὶ ὑβρίστρειαν, συνασπιζόντων αὐτῷ τῶν ὁπλομάχων αὐτοῦ, τοῦτ᾽ ἔστι, τῶν ἁγίων ἀποστόλων· οἳ πᾶσαν ὥσπερ τοῦ διαβόλου τὴν χώραν καταδῃώσαντες συνανεκόμισαν ἑαυτοῖς, ὡς εἰς ἁγίαν πόλιν τὴν νοητὴν Ἱερουσαλὴμ, φημὶ δὴ τὴν Ἐκκλησίαν, τοὺς ἠπατημένους καὶ ζυγῷ δουλείας ἐνησχημένους, οἳ καὶ ἐπληθύνθησαν ἐν τῇ γῇ τοῦ Θεοῦ, γεγόνασί τε εἰς δούλους καὶ δούλας.