Δυσδιάφυκτον οὖν τὸ τοῦ Θεοῦ κρῖμα, καθ᾽ ὧν ἂν γένοιτο· καὶ ἀμαθὲς καὶ ἀνόσιον μὴ οὐχὶ δὴ μᾶλλον ἠρτῆσθαι φιλεῖν τῆς εἰς αὐτὸν ἐλπίδος, κενοῖς δὲ καὶ ἀσυνέτοις διαπαίζεσθαι λογισμοῖς οἰομένους, ὅτι κἂν εἰ βούλοιτο τὸ σώζειν αὐτοὺς, ἐξελεῖται δέ τις ἕτερος καὶ τῆς ἐξ ἀνθρώπων ἐπικουρίας ἡ συνδρομὴ, καὶ περιέσται ποτὲ τῶν παρ᾽ αὐτοῦ νευμάτων. Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶ, τίς ἀνοίξει; Ἀγαθὸν τοίνυν τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ᾽ ἄνθρωπον, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν. <Καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενεγκόντες εἰς τὰ σπήλαια, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, καὶ εἰς τὰς τρώγλας τῆς γῆς ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.> Γέλωτος ἀξίαν τὴν τῶν Ἰουδαίων ἀποφαίνει σκέψιν, εἰ κατακρύπτουσι τοὺς θεοὺς, καὶ σώζειν ἐπείγονται τοὺς προσκυνουμένους. Καίτοι πῶς οὐκ ἔδει σωτῆρας αὐτοὺς ἔσεσθαι προσδοκᾷν, εἴπερ ὅντως ᾔδεσαν θεούς; Ἀλλ᾽ αὐτοὶ τῶν ἰδίων καταδικάζοντες βουλευμάτων, καὶ μαρτυροῦντες αὐτοῖς τὸ πρὸς πᾶν ὁτιοῦν ἀδρανὲς, ἐπαμύνουσι τοῖς θεοῖς.