Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ.» <Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ χρυσᾶ, ἃ ἐποίησε προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς γῆς, στερεὰς πέτρας, καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.> Τοὺς παρ᾽ αὐτῶν γεγονότας καὶ ψευδωνύμους θεοὺς ὅτι κατακρύπτειν ἔμελλον, οὐκ αἰδοῖ τῇ περὶ αὐτοὺς ἔτι νικώμενοι, κατεγνωκότες δὲ μᾶλλον ὡς ὕλης ἀχρήστου καὶ ἀδρανοῦς καθίστησιν ἐναργὲς προσεπενεγκὼν οἷς ἔφη· «Τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ, ἃ ἐποίησε προσκυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.» Ἱδρυσάμενοι γὰρ ἐν σηκοῖς τὰ χειροποίητα προσκεκυνήκασιν ἀνοσίως· ᾤοντο γὰρ εἶναι θεούς. Ἐπειδὴ δὲ παρόντα τεθέανται τὸν τοῦ πολέμου καιρὸν, εἶτα τῆς ἐπικουρίας οὐδεὶς ἦν ὅλως αὐτοῖς ὁ τρόπος, λίθοι δὲ ὄντες καὶ ξύλα πεφώρανται, ὕλη τε χρυσῆ καὶ περιάργυρος, οὓς ἐνόμισαν ἔσεσθαι σωτῆρας καὶ λυτρωτὰς, ἐξέβαλλον τῶν ναῶν, καὶ κατέκρυπτον ἐν σπηλαίοις, φειδόμενοι μᾶλλον τῆς ὕλης, καὶ οὐχ ὡς θεοὺς τιμῶντες ἔτι. Εἰκαῖος δὲ ὅτι καὶ ἀνόνητος ὁ πόνος αὐτοῖς ὁ περὶ τὴν τῶν εἰδώλων ποίησιν, διέδειξεν εἰπών· «Ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ ἃ ἐποίησε προσκυνεῖν αὐτοῖς καὶ ταῖς νυκτερίσιν.»