Ἀλλὰ σὺ, φησὶ, καὶ μόνος Θεὸς ὁ μέγας αἰώνιος· καὶ ἐξ αὐτῶν τοῦτο δέδειχας τῶν πραγμάτων· ταπεινώσας γὰρ κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς. Τοῦτ᾽ ἔστι, κατέσεισας τὴν τῶν ὑπερηφάνων ἰσχὺν, ὑψηλοὺς ὄντας, καὶ ἀλαζόνας κατεκόμισας εἰς γῆν, καὶ ὡς πόλεις ὄντας ὀχυρὰς ἐκ βάθρων καθεῖλες. Τοῦτο γὰρ τὸ ἕως ἐδάφους. Δέδωκάς τε αὐτοὺς εἰς καταπάτημα τοῖς ποσὶ τῶν πρᾳέων, καὶ ταπεινῶν. Τίνες δὲ οὗτοι πάλιν, ἢ οἱ τῶν τοῦ Σωτῆρος θεσπισμάτων γνήσιοι φύλακες; οἱ τὸν ἑαυτῶν Δεσπότην ἀπομιμεῖσθαι σπουδάζοντες ἐπιφωνῶντα καὶ λέγοντα· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Μεμνήμεθα δὲ πάλιν εἰπόντος αὐτοῦ· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Πεπάτηται γὰρ ὁ δράκων ὁ ἀποστάτης· καὶ ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν, οἱ κατοικεῖν ἐθέλοντες ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην γεγονότες τοῦ Θεοῦ τοῦ οὐρανοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, προσκυνεῖται γὰρ ἐν οὐρανῷ· «Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» <Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις.