Λαλήσει γὰρ ὁ μωρὸς πάντως που μωρὰ, μάταια δὲ νοήσει καὶ ἡ καρδία αὐτοῦ, ἕνα σκοπὸν ἔχουσα, τὸ συντελεῖν ἄνομα, καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν.
Πλάνησις γὰρ καὶ ἕτερον οὐδὲν, οἱ παρ᾽ Ἕλλησιν ὕθλοι κατὰ τῆς τοῦ Θεοῦ δόξης συντεθειμένοι, πρὸς τὸ διαφθεῖραι ψυχὰς πεινώσας, καὶ τὰς ψυχὰς τὰς διψώσας κενὰς ποιῆσαι. Μαθητιῶσι μὲν γὰρ ἔσθ᾽ ὅτε τινὲς, εἶτα προσιέντες ἐκείνοις ἀκατασκέπτως ὀνίνανται μὲν παντελῶς οὐδὲν, δείκνυνται δὲ μᾶλλον, καίτοι πεινήσαντες καὶ διψήσαντες, τὸ μαθεῖν που πάντως ἀναγκαῖον αὐτοῖς καὶ χρήσιμον εἰς σωτηρίαν ψυχῆς· ἀλλ᾽ ἡ βουλὴ, φησὶ, τῶν πονηρῶν ἄνομα βουλεύσεται, καὶ εἰς τοῦτο βλέπει πρὸς τὸ ψυχὰς καταφθεῖραι ἐν λόγοις ἀδίκοις, καὶ διασκεδάσαι λόγους ταπεινῶν ἐν κρίσει. Οἱ γὰρ τῆς κοσμικῆς σοφίας ἐρασταὶ, καὶ τῶν διεστραμμένων δογμάτων ὑπασπισταὶ, καταστρατεύονται. τῆς διδασκαλίας τῶν ἁγίων μυσταγωγῶν, οὓς καὶ ταπεινοὺς ὀνομάζει, καὶ πᾶσαν τίθενται σπουδὴν, ὥστε διασκεδάσαι τοὺς λόγους αὐτῶν, καίτοι γεγονότας ἐν κρίσει, τοῦτ᾽ ἔστιν, οὐκ ἀτημελῶς, κεκριμένως δὲ μᾶλλον, καὶ ἐν σοφίᾳ τῇ ἄνωθεν, καὶ παρὰ Θεοῦ.