Λελατρεύκασι μὲν γὰρ τοῖς Αἰγυπτίων θεοῖς, ἀλλ᾽ ἐκβέβληται τὸ δαιμόνιον, κεκλημένων αὐτῶν πρὸς θεογνωσίαν, διά γέ φημι τοῦ νόμου· ἠῤῥωστήκασι δὲ τὴν ἐπὶ τῷ πεπλανῆσθαι διαβολὴν, καὶ ἔτι χειρόνως, ὅτε τὸν φύσει Θεὸν εἰδότες γεγόνασιν ἀποστάται, θεοὺς τιμήσαντες τοὺς οὐκ ὄντας θεούς. Αἰσχύνθητε δὴ οὖν αἰσχύνην, φησὶ, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, καὶ τῆς ὑπὲρ πάντα θεότητος τὸ σεπτὸν ὄνομα, τοῦτ᾽ ἔστι τὴν δόξαν, τοῖς χειροτμήτοις, καὶ χειροποιήτοις ἀνάπτοντες. <Οἱ κωφοὶ, ἀκούσατε, καὶ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν. Καὶ τίς κωφὸς, ἀλλ᾽ ἢ οἱ παῖδές μου; καὶ τυφλοὶ, ἀλλ᾽ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξατε· ἠνεῳγμένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε.> Κωφοὺς καὶ τυφλοὺς τοὺς τοῖς εἰδώλοις λελατρευκότας εὖ μάλα φησίν. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος· «Ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ.» Πρέποι δ᾽ ἂν ἡ τοῦ λόγου δύναμις ὅτι μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ μετὸν αὐτοῖς τὸ θεῖον εἰς νοῦν καταπλουτῆσαι φῶς, ἐνιέντος αὐτοῖς τοῦ νόμου τῆς θεογνωσίας τὴν ἔλλαμψιν, ἠγάπησαν ἀνοήτως τὸ ἐν σκότῳ περιπατεῖν, καὶ τοῖς τῆς ἀπάτης ἐγκαθιέσθαι βρόχοις. Τυφλοὶ δὲ δὴ καὶ ἑτέρως.