Εἶτα πρὸς τοῦτό φησι, Καλῶν ἀπὸ ἀνατολῶν πετεινὸν, καὶ ἀπὸ γῆς πόῤῥωθεν περὶ ὧν βεβούλευμαι· καὶ ἀκολουθήσει καὶ τούτῳ τὸ, Ἐγώ εἰμι. Πετεινόν γε μὴν τὸ καλούμενον ἐξ ἀνατολῶν, καὶ ἐκ γῆς πόῤῥωθεν τὸν Βαβυλώνιον εἶναί φαμεν, ὃς τὴν Ἰουδαίων ἅπασαν κατεμπρήσας χώραν, εἷλε τὰ Ἱεροσόλυμα καὶ τὸν ἐν αὐτοῖς κατέσεισε νεών· εἶτα πλείστους τῶν τε ἀγελαίων, καὶ ἐπιφανῶν ἐξαναστήσας ἀπεκόμισε μὲν τῆς ἐνεγκούσης αὐτοὺς, ἐναπέθετο δὲ τῇ Περσῶν χώρᾳ τε καὶ γῇ, τὸν τῆς αἰχμαλωσίας σκληρῶς τε καὶ ἀφορήτως αὐτοῖς ἐπιῤῥίψας ζυγόν. Ἔσται δέ σοι καὶ τοῦτο σαφὲς, ἐξ ὧν ἔφη Θεὸς πρὸς τὸν μακάριον προφήτην Ἰεζεχιήλ. Ἔχει δὲ οὕτως· «Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἶπον παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὁ ἀετὸς ὁ μέγας ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ διήγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χανὰν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτὰ, καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν, ἐν ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτὸ, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν, καὶ μικρὰν τῷ μεγέθει τῷ ἐπιφαίνεσθαι αὐτῇ τὰ κλήματα αὐτῆς ἐπ᾽ αὐτὸ, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω τῆς γῆς αὐτῆς ἦσαν.