Ὅπως ἐπάγῃ Κύριος ἐπὶ Ἀβεσαλὼμ τὰ κακά.» «Εἰσῆλθον τέσσαρες λεπροὶ, καὶ Θεοῦ εὐδοκήσαντος, ὅλον τὸ στρατόπεδον Συρίας ἐφόβησαν.» «Κατίσχυσεν Ἐζεκίας, καὶ ᾠκοδόμησε τὸ τεῖχος τὸ κατεσπασμένον, καὶ ἐλάλησεν ἐπὶ καρδίαν λέγων· Ἰσχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆναι ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσοὺρ, καὶ τοῦ ἔθνους τοῦ μεγάλου, ὅτι μεθ᾽ ἡμῶν πλείους ἢ μετ᾽ αὐτῶν. Βραχίονες σάρκινοι μετ᾽ αὐτοῦ, μεθ᾽ ἡμῶν δὲ Κύριος ὁ Θεὸς ἡμῶν· καὶ κατεθάῤῥησεν ὁ λαός.» «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» καὶ τὰ λοιπά. «Οὐ σωθήσεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας,» καὶ τὰ λοιπά. «Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε, Κύριε, τίς ὅμοιός σοι;» καὶ τὰ λοιπά. «Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.» «Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν· εἰπάτω δὴ Ἰσραήλ· εἰ μὴ ὅτι Κύριος,» καὶ τὰ λοιπά. «Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου.» «Ἔσομαι αὐτῇ πύργος κύκλωθεν, καὶ εἰς δόξαν ἔσομαι αὐτῆς.» «Καὶ ποιήσω ἐκδίκησιν πᾶσι τοῖς ἀτιμάζουσιν αὐτούς.» «Μεθ᾽ ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, καὶ ἀκούσατε ἕως ἐσχάτου τῆς γῆς.» «Κύριος ἐγένετο βοηθός μου, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ᾽ ἔθηκα τὸ πρόσωπόν μου, ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.» «Κύριος μετ᾽ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων.» «