Οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Περιετέμνοντο γὰρ ἀσυνέτως, καίτοι τὴν ἐν πνεύματι περιτομὴν λαχόντες, ἤτοι διὰ Χριστοῦ.
Οὐκοῦν ἀναγκαίως τὸ, Ἀπόστητε, ἐν τούτοις φησὶν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸ, Ἐξέλθετε ἐκεῖθεν, καὶ τὸ, Ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου. Οἱ γὰρ ὅλως τῇ πίστει τιμήσαντες τὸν Ἐμμανουὴλ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, ἐμπλησθῆναί τε τῶν ἱερῶν αὐτοῦ χαρισμάτων, σκευοφοροῦσι Θεῷ. Καὶ τίνα δὲ τρόπον, διδάξει λέγων ὁ πάνσοφος Παῦλος· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι Ῥῆμα Θεοῦ.» Ταύτην γὰρ ἔχοντες τὴν νοητὴν παντευχίαν, ἀντεξάγουσι τῷ Σατανᾷ, καὶ ταῖς σὺν αὐτῷ δυνάμεσιν ἀντανίστανται, προπηδῶντες τρόπον τινὰ καὶ προασπίζοντες τῶν ἰδίων ψυχῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν· αὕτη γὰρ τῶν ἡγουμένων τάξις. Πλὴν ἐξελθεῖν ἐπιτάξας ἐκ μέσου αὐτῆς, Οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, φησὶν, οὐδὲ φυγῇ πορεύσεσθε. Οὐ γὰρ ὡς φυγόντας, ἤγουν δεδιότας, τῶν Ἰουδαϊκῶν ταγμάτων ἀποφοιτᾷν ἐπιτάττει, ἀνειμένως δὲ μᾶλλον καὶ οἷον ἐπ᾽ ἐξουσίας, ὡς παραιτουμένους τὸ συνδιαιτᾶσθαι θέλειν τοῖς οὕτω μεμολυσμένοις, καὶ συναριθμεῖσθαι βεβήλοις καὶ πονηροῖς.