Ἡμεῖς δὲ πρὸς τὰ τοῦ Ἠσαΐα θεόπνευστα ῥήματα καὶ αὖθις τὸν λόγον ἀνακομίσωμεν καὶ ἴδωμεν τί δι’ αὐτοῦ λέγει ὁ Θεός. «Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι», φησίν, «ἄνθρακα τὸν λίθον σου», ἤγουν τὸν Χριστόν, «καὶ τὰ θεμέλιά σου σάπφειρον», ἤγουν ἀποστόλους, προφήτας καὶ μάρτυρας, τοὺς καλῶς τὴν τριαδικὴν πίστιν θεμελιώσαντας καὶ εἰς ὕψος οὐράνιον τὴν ῥηθεῖσαν πόλιν οἰκοδομήσαντας καὶ ἀνυψώσαντας, «καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν», ἤγουν τῶν πιστῶν τὰ συστήματα («ἐπάλξεις» γὰρ αἱ πόλεις εἰσίν, «ἴασπις» δὲ οἱ καθαρῶς καὶ πιστῶς ἐν αὐταῖς βιοτεύοντες), «καὶ τὰς πύλας σου λίθους κρυστάλλου», ἤγουν τοὺς ἱεράρχας καὶ διδασκάλους αὐτῆς, οἵτινες ὡς πύλαι θεοτερπεῖς πᾶσαν αἵρεσιν καὶ δυσφημίαν τῆς ῥηθείσης πόλεως «Ἐκκλησίας τοῦ Θεοῦ» ἀπεσφάλησαν ἔξω, «καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς», ἤγουν ἀσκητὰς καὶ ὁσίους, τοὺς νηστείαις καὶ ἀγρυπνίαις καὶ προσευχαῖς περικυκλοῦντας τὴν ῥηθεῖσαν ἁγίαν πόλιν τοῦ Θεοῦ, «καὶ πάντας», φησί, «τοὺς υἱούς σου διδακτοὺς Θεοῦ».