ΤΙΤΛ. Δʹ. —Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λουτροῦ προφητείας. «Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.» «Οἱ διψῶντες, πορεύεσθε ἐφ᾽ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε οἶνον ἄνευ ἀργυρίου καὶ τιμῆς.» «Ἀντλήσατε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» «Λούσασθε, καθαροὶ γένεσθε.» «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς βασιλείαν τοῦ Θεοῦ.» «Ἐν ἡμέραις Νῶε κατεσκευασμένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τουτέστιν ὀκτὼ ψυχαὶ διεσώθησαν δι᾽ ὕδατος. Ὃ καὶ ἡμᾶς νῦν ἀντίτυπον διασώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεὸν, δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ.» «Ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας.» Καιρὸς βαπτίσματος, ἅπας ὁ τῶν ἀνθρώπων βίος.